ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF




29 ΑΠΡΙΛΙΟΥ 2013 

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Εὐλογήσαντος τοῦ ἱερέως τὸ Βασιλεῦ οὐράνιε…Τρισάγιον οἱ βασιλικοὶψαλμοὶ ΙΘ΄ και Κ’ καὶ πάλιν τὸ Τρισάγιον.Σῶσον Κύριε…Ἐλέησον ἡμᾶς ὁ Θεὸς…κλπ. 


μετὰ τὸν Ἑξάψαλμον 

Συναπτὴ μεγάλη καὶ ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους εἰς ἦχον πλ.δ’ δὶς τὸ μέγα Ἀλληλουάριον καὶ δὶς τὸ μικρόν μετὰ τῶν στίχων αὐτοῦ. 


ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 


Ἀναγνώστης: Ἀμήν. 


ὁ Προεστώς: Δόξα σοι ὁ Θεός, δόξα σοι. 


Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. 


Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ‘) 


Δόξα Πατρὶ… Καὶ νῦν… 


Παναγία Τριάς, ἐλέησον ἡμᾶς. 

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, 


Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. 


Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, 


ἕνεκεν τοῦ ὀνόματός σου. 



Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. 



Δόξα Πατρί…. Καὶ νῦν… 



Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 



Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία… 


ὁἈναγνώστης:Ἀμήν. Κύριε ἐλέησον ( ιβ’) Δόξα Πατρί..Καὶ νῦν… 


Ἐμμελὴς ἀπαγγελία εἰς τὸ κλιτὸν ὕφος 


· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ. 


· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ. 


· · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶΘεῷἡμῶν. 



ΨΑΛΜΟΣ Ιθ’. (19). 


Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ. 



Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 


Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. 



Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι . 



Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 


Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ. 

Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 


Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. 


Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν, καὶ ἀνωρθώθημεν. 


Κύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. 


ΨΑΛΜΟΣ Κ’. 20. 

Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. 

Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν . 

Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητας, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. 

Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. 

Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν, καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν. 

Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. 

Ὅτι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ. 

Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. 

Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου. 

Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. 

Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. 

Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι. 

Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. 

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου · ᾄσομεν, καὶ ψαλοῦμεν τὰς δυναστείας σου. 


Δόξα Πατρὶ…. Καὶ νῦν… 

Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν. 


ὁ Ἀναγνώστης: Ἀμὴν. 


Τροπάρια 

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 


Δόξα Πατρί… 

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. 


Καὶ νῦν… Θεοτοκίον 


Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. 


·  Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. 


ὁ Χορὸς: Κύριε, ἐλέησον (γ’). 


·  Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. 

ὁ Χορὸς: Κύριε, ἐλέησον (γ’). 


·  Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. 

ὁ Χορὸς: Κύριε, ἐλέησον (γ’). 


Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. 


Ἀναγνώστης: Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. 


Ἱερεὺς: Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 


Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀμήν. 


Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ τρίτου). 

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου(δίς). 


Ψαλμὸς γ’ ( 3 ) 

·  Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ; 

·  Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 

·  Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 

·  Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 

·  Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. 

·  Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 


·  Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 

·  Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. 


Καὶ πάλιν 

·  Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. 


Ψαλμὸς λζ’ (37) 

·  Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, 

·  ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου 

·  οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, 

·  οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, 

·  ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ, 

·  προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου 

·  ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην 

·  ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου 

·  ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 

·  Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη, 

·  ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ, 

·  οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν, 

·  καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοιἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν 

·  ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ 

·  καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς 

·  ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου, 

·  ὅτι εἶπον΄ μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν 

·  ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντὸς 

·  ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου 

·  οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως 

·  οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην. 

·  Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ 

·  Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου. 


Καὶ πάλιν 

·  Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ 

·  Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου. 



Ψαλμὸς ξβ’ (62) 

·  Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω 

·  ἐδίψησέ σε ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ 

·  οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου 

·  ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε 

·  οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου 

·  ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου 

·  εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ 

·  ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι 

·  ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου 

·  αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται 

·  ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγῃ στόμα λαλούντων ἄδικα 


Καὶ πάλιν 

·  Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι, 


·  Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου. 

Δόξα Πατρί… Καὶ νῦν… 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς 

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. 

Δόξα Πατρί… Καὶ νῦν… 


Ψαλμὸς πζ’ (87) 

·  Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου 

·  εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου 

·  ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν 

·  προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος 

·  ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν, 

·  ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου, 

·  ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμὲ 

·  ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς 

·  παρεδόθην καὶ οὐκ ἐξεπορευόμην οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας 

·  ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου 

·  μή τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; 

·  μή διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 

·  μή γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 

·  κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε 

·  ἵνα τί Κύριε ἀπωθῇ τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; 

·  πτωχὸς εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην 

·  ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με 

·  ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα 

·  ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας . 

Καὶ πάλιν 

·  Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. 

·  Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. 

Ψαλμὸς ρβ’(102) 

·  Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ 

·  Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ 

·  τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου τὸν ἰώμενον πάσας τὰς νόσους σου 

·  τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς 

·  τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου 

·  ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις 

·  ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ, 

·  οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος, 

·  οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ, 

·  οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν 

·  ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν 

·  καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν 

·  καθὼς οἰκτείρει πατὴρ υἱοὺς ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν ἐμνήσθη ὅτι χοῦς ἐσμεν, 

·  ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει 

·  ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ 

·  τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν 

·  καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶντοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς. 

·  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει 

·  εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ 

·  εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ 

·  εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. 

Καὶ πάλιν 


·  Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον. 


Ψαλμὸς ρμβ’ (142) 

·  Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, 

·  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, 


·  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, 

·  ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου 

·  ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων 

·  διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι 

·  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου 

·  μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον 

·  ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα 

·  γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου 

·  ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον 

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. 

·  Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με 

· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί. 

Καὶ πάλιν 

·  Εἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς) 

·  Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 


Δόξα Πατρὶ… Καὶ νῦν… 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’). 


Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. 

Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις 

Ὅτι πρέπει σοι πᾶσα δόξα… 


Ἦχος πλ. δ’ 
ὁ α’ χορός 

Στίχ. α’.Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰπροστάγματά σου ἐπὶ τῆς γῆς. Ἀλληλούϊα.(τρίς). 

ὁ β’ χορός 

Στίχ. β’. Δικαιοσύνην μάθετε, οἱἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀλληλούϊα.(τρίς). 

ὁ α’ χορός 

Στίχ. γ’. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίουςἔδεται, Ἀλληλούϊα. (τρίς). 


ὁ β’ χορός 

Στίχ. δ’. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. Ἀλληλούϊα. (τρίς). 


ὁ α’ χορός 

Εἴθ’ οὕτω, τὸ παρὸν Τροπάριον, μετὰ μέλους καὶ αὐτό. 



Ἦχος πλ. δ’ 

Ἰδοὺὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶὁΘεός ἡμῶν, προστασίαις τῶν ἀσωμάτων σῶσον ἡμᾶς.( Ἀργῶς) 


ὁ β’ χορός 

Δόξα Πατρί… 

Ἰδοὺὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶὁΘεός ἡμῶν, ( πρεσβείαις τοῦ Ἁγίου ἢ τῆς Ἁγίας…κλπ) σῶσον ἡμᾶς.( Ἀργῶς) 



ὁ α’ χορός 

Καὶ νῦν… 


Ἰδοὺὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶὁΘεός ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.(Συντόμως) 


Συναπτὴ μικρά μικρά καὶἡ Ἐκφώνησις 

Ὅτι σὸν τὸ κράτος… 

ὁ α’ χορός 

Κάθισμα Ἦχος α’ 

Τὸν τάφον σου Σωτὴρ ( Μέλος ἀργὸν εἱρμολογικὸν) 


Τὰ Πάθη τὰ σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῷΚόσμῳ, Χριστὸς γὰρ ἐπείγεται, τοῦ παθεῖν ἀγαθότητι, ὁ τὰ σύμπαντα, ἐν τῇδρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι ἐν ξύλῳ, τοῦ σῶσαι τὸνἄνθρωπον. 



ὁ β’ χορός 

Κάθισμα ὅμοιον ( Μέλος ἀργὸν εἱρμολογικὸν) 


Ἀόρατε Κριτά, ἐν σαρκὶ πῶς ὡράθης, καὶἔρχῃ ὑπ’ ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα, κατακρίνων τῷ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τῇἐξουσίᾳ σου Λόγε, συμφώνως προσφέρομεν. 


ὁ α’ χορός 

Κάθισμα Ἦχος πλ. δ’ 

Δόξα Πατρί… Τὴν Σοφίαν, καὶ Λόγον( Μέλος ἀργὸν εἱρμολογικὸν) 


Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ᾄσμασιν, ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμούς καὶ μάστιγας, Πιλάτῳ κρινόμενος, ὅθεν καὶἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόῤῥης, τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν. Φιλάνθρωπε Χριστὲὁ Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰἄχραντα Πάθη σου. 


ὁ β’ χορός 

Καὶ νῦν… Πάλιν τὸ αὐτὸ 

Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς… 

Εὐαγγέλιον τοῦ Ὄρθρου 


ὁΔιάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς… 

ὁα’ χορὸς 

Κύριε, ἐλέησον (γ‘). 

ὁΔιάκονος: Σοφία. Ὀρθοί, ἀκούσω μεν τοῦ ἁγίου Εὐαγγελίου. 

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 



ὁβ’ Χορὸς 

Καὶ τῷ Πνεύματί σου. 


ὁἹερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα .

ὁ Διάκονος: Πρόσχωμεν. 

ὁ α΄ χορὸς 


Δόξα Σοι Κύριε, δόξα Σοι. 

Ἐκ τοῦ κατὰ Ματθαῖον ( KA´ 14-43 ). 

Τῷ καιρῷἐκείνῳ, ἐπανάγων ὁἸησοῦς εἰς τὴν πόλιν ἐπείνασεν. Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες΄ Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ῎Αρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήψεσθε. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες΄ ᾽Εν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν αὐτοῖς΄ ᾽Ερωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ βάπτισμα τὸ ᾽Ιωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, ᾽Εὰν εἴπωμεν, ᾽Εξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, ᾽Εξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν ᾽Ιωάννην. Καὶ ἀποκριθέντες τῷ ᾽Ιησοῦ εἶπον΄ Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός΄ Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω, ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. Προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν, ᾽Εγώ, Κύριε· καὶ οὐκ ἀπῆλθεν. Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν΄ ῾Ο πρῶτος΄ λέγει αὐτοῖς ὁ ᾽Ιησοῦς, ᾽Αμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἦλθεν γὰρ ᾽Ιωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. ῎Αλλην παραβολὴν ἀκούσατε. ῎Ανθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων, ᾽Εντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς΄ Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ ᾽Ιησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 



ὁ α΄ χορὸς 


Δόξα Σοι Κύριε, δόξα Σοι. 

Ὁ Ν’ ψαλμὸς χύμα καὶ εὐθὺς τὸ ἑπόμενον Τριῴδιον εἰς ἓξ ἢ τέσσαρα μετά τῶν εἱρμῶν 


Ποίημα Κοσμᾶ Μοναχοῦ 


ὁ α’ χορός 

ᾠδὴ α’ Ἦχος β’ 

Ὁ Εἱρμὸς 

Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι,ἀναξηράναντι, καὶ πεζεῦσαι δι’ αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται. 

ὁ β’ χορός 

Τῷ τὴν ἄβατον,… 

ὁ α’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι 


Ἡἀπόῤῥητος, Λόγου Θεοῦ κατάβασις, ὅπερ Χριστὸς αὐτὸς ἐστι, Θεὸς καὶἄνθρωπος, τὸ Θεὸς οὐχ ἁρπαγμόν, εἶναι ἡγησάμενος, ἐν τῷ μορφοῦσθαι δοῦλον, δεικνύει τοῖς Μαθηταῖς, ἐνδόξως γὰρ δεδόξασται. 



ὁ β’ χορός 


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι. 


Ἡ ἀπόῤῥητος, Λόγου Θεοῦ κατάβασις,… 

ὁ α’ χορός 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

Διακονῆσαι, αὐτὸς ἐλήλυθα, οὗ τὴν μορφὴν ὁ Πλαστουργός, ἑκὼν περίκειμαι, τῷ πτωχεύσαντι Ἀδάμ, ὁ πλουτῶν θεότητι, θεῖναι ἐμήν τε αὐτοῦ, ψυχὴνἀντίλυτρον, ὁἀπαθὴς θεότητι. 

ὁ α’ χορός 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 

Διακονῆσαι, αὐτὸς ἐλήλυθα,… 

ὁ α’ χορός 

Καταβασία 


Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι,ἀναξηράναντι, καὶ πεζεῦσαι δι’ αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται. 


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις 



Σὺ γὰρ εἶ ὁ Βασιλεύς… 


Κοντάκιον Ἦχος πλ. δ’ 

Ὡς ἀπαρχὰς 


Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος, τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας,ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον. 


Ὁ Οἶκος 

Ἐπὶ τῷ ὀδυρμῷ νῦν προσθήσωμεν ὀδυρμόν, καὶ ἐκχέωμεν δάκρυα, μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι, Ἰωσὴφ τὸν ἀοίδιμον καὶ σώφρονα, τὸν δουλωθέντα μὲν τῷ σώματι, τὴν ψυχὴν δὲἀδούλωτον συντηροῦντα, καὶ Αἰγύπτου παντὸς κυριεύσαντα. Ὁ Θεὸς γὰρ παρέχει τοῖς δούλοις αὐτοῦ, στέφος ἄφθαρτον. 


Συναξάριον 


Τῇ ΚΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ Σωσιπάτρου. 


Στίχοι 


· Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας, 

· Ἀλλ’ εὗρεν ἄλλην μὴ πέρας κεκτημένην. 

· Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις 

· Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ. 

· Εἰκάδι ἀμφ’ ἐνάτῃ Ἰάσων ἀπεβήσατο γαίης. 



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἱ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται. 


Στίχοι 


· Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος, 

· Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ Βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα τελειοῦται. 


Στίχοι 

· Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη, 

· Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων. 


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων. 

Στίχοι 

· Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα, 

· Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσέβιος πυρὶ τελειοῦται. 


Στίχοι 

· Ἐκ σοῦ τὸ πῦρ ὁποῖον ἐκσμήξει ῥύπον, 

· Ὄβρυζον, Εὐσέβιε, Χριστοῦ χρυσίον. 

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης Συκῆς. 


Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ 

· · Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη, 

· · Καὶ σιτοδότης, ὢ καλῶν θημωνία! 


Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκῆν 

· · Τὴν Συναγωγήν, συκῆν Χριστός, Ἑβραίων, 

· · Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων, 

· · Ἀρᾷ ξηραίνει, ἧς φύγωμεν τὸ πάθος. 

Ταῖς τοῦ Παγκάλου Ἰωσὴφ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 


ᾠδὴ η’ 

ὁ β’χορὸς 

Ὁ εἱρμὸς 


Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 


ὁ α’χορὸς 


Ἔφριξε Παίδων εὐαγῶν,… 

ὁ β’χορὸς 


Στίχ. Δόξα Σοι ὁ θεὸς ἡμῶν,δόξα Σοι. 


Ὑμᾶς μου τότε Μαθητάς, πάντες γνώσονται, εἰ τὰς ἐμᾶς ἐντολὰς τηρήσητε, φησὶν ὁ Σωτὴρ τοῖς φίλοις πρὸς Πάθος μολών. Εἰρηνεύετε ἐν ἑαυτοῖς, καὶπᾶσι, καὶ ταπεινὰ φρονοῦντες, ἀνυψώθητε, καὶ Κύριον γινώσκοντές μεὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 


ὁ α’χορὸς 


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι. 


Ὑμᾶς μου τότε Μαθητάς,… 


ὁ β’χορὸς 


Στίχ. Εὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον. 


Τάξεως ἔμπαλιν ὑμῖν, ἐθνικῆς ἔστω τὸ κράτος ὁμογενῶν, οὐ κλῆρος γὰρ ἐμός, τυραννὶς δὲ γνώμῃ αὐθαίρετος΄ ὁ οὖν πρόκριτος ἐν ὑμῖν εἶναι θέλων, τῶνἄλλων ἔστω πάντων ἐσχατώτερος, καὶ Κύριον γινώσκοντές με ὑμνεῖτε, καὶὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 


ὁ α’χορὸς 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 

Τάξεως ἔμπαλιν ὑμῖν,… 

ὁ β’χορὸς 

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον. 


Καταβασία 

Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸτραφέν, ἐν ἀπείρῳὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς… 

ᾠδὴ θ’ 

ὁ α’χορὸς 

ὁ Εἱρμὸς 


Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ’ ἧς ὁ πλάστης ἡμῶν,ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν. 


ὁ β’χορὸς 

Ἐμεγάλυνας Χριστέ,… 


ὁ α’χορὸς 


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι. 


Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι, ἐπάξιον τῆς θείας Βασιλείας, γνώμηνἀναλάβετε ἔμφρονα, τοῖς σοῖς Ἀποστόλοις προέφης, ἡ πάντων σοφία, ἐν ᾗ δοξασθήσεσθε, λάμποντες ἡλίου τηλαυγέστερον. 


ὁ β’χορὸς 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι. 

Ῥύπον πάντα ἐμπαθῆ,… 


ὁ α’χορὸς 


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 


Ἀφορῶντες εἰς ἐμέ, εἶπας Κύριε τοῖς σε αυτοῦ Μαθηταῖς, μὴ φρονεῖτε ὑψηλά,ἀλλὰ συναπάχθητε τοῖς ταπεινοῖς, ἐμὸν ὅπερ πίνω, πίετε ποτήριον, ὅτι ἐν τῇΒασιλείᾳ τοῦ Πατρός, ἐμοὶ συνδοξασθήσεσθε. 


ὁ β’χορὸς 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 

Ἀφορῶντες εἰς ἐμέ,… 

ὁ α’χορὸς 

Καταβασία 

Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ’ ἧς ὁ πλάστης ἡμῶν,ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαί, σὲ μεγαλύνομεν. 


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις 


Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 


Ἐξαποστειλάριον αὐτόμελον 


ὁ α’χορὸς 

Ἦχος γ’ 

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με. 


ὁ β’χορὸς 

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶσῶσόν με. 


ὁ α’χορὸς 

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς… 

ὁ β’χορὸς 

…Φωτοδότα, καὶ σῶσόν με. 


ΑΙΝΟΙ 

ὁ α’ χορός 

Ἦχος α’. 

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 


ὁ β’ χορός 

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ α’ χορός 

Στιχηρὰ Ἰδιόμελα 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 


Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι’ αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ, οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸπαθεῖν, ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, καὶ συν ανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν. 

ὁ β’ χορός 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

Ἐρχόμενος ὁ Κύριος,… 

ὁ α’ χορός 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

Ἦχος πλ. α’ 

Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ, τὴν ἄφατον αὐτοῦμακροθυμίαν δοξάσωμεν, ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

ὁ β’ χορός 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοιςἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 


Φθάσαντες πιστοί,… 

ὁ α’ χορὸς 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

ὁ β’ χορὸς 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 

ὁ α’ χορὸς 

Ἦχος πλ. α’ 


Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατἰδίαν παραλαβὼν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰ μὴἐν Ἱερουσαλὴμἀποκτανθῆναι; Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν, ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ μεπροσπήξαντες, ταφῇ παραδόντες, ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν, ὅμως θαρσεῖτε, τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν, καὶ ζωήν τὴν αἰώνιον. 


Ὁ προεστὼς: 

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης χύμα τὸ 

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν… 

Εἰς τὰ Ἀπόστιχα 

ὁ α’χορὸς 

Ἰδιόμελα Ἦχος πλ. α’ 

Κύριε, πρὸς τὸ μυστήριον τὸ ἀπόῤῥητον τῆς σῆς οἰκονομίας, οὐκ ἐξαρκοῦσα ἡτῶν ἐκ Ζεβεδαίου μήτηρ, ᾐτεῖτό σοι προσκαίρου βασιλείας τιμήν, τοῖς ἑαυτῆς δωρήσασθαι τέκνοις, ἀλλ’ ἀντὶ ταύτης, ποτήριον θανάτου ἐπηγγείλω πιεῖν τοῖς φίλοις σου, ὃ ποτήριον πρὸ τούτων, πιεῖν ὁ αὐτὸς ἔλεγες, ἁμαρτημάτων καθαρτήριον. Διό σοι βοῶμεν. Ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν, δόξα σοι. 


ὁ β’χορὸς

Στίχ. α’.Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθεί ημεν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. 

Ἦχος ὁ αὐτὸς 

Κύριε, τὰ τελεώτατα φρονεῖν, τοὺς οἰκείους παιδεύων Μαθητάς, μὴὁμοιοῦσθαι τοῖς ἔθνεσιν ἔλεγες, εἰς τὸ κατάρχειν τῶν ἐλαχιστοτέρων, οὐχ οὕτω γὰρ ἔσται ὑμῖν τοῖς ἐμοῖς Μαθηταῖς, ὅτι πτωχὸς θέλων ὑπάρχω, ὁπρῶτος οὖν ὑμῶν, ἔστω πάντων διάκονος, ὁ δὲἄρχων, ὡς ὁἀρχόμενος, ὁπροκριθεὶς δὲὡς ὁἔσχατος, καὶ γάρ ἐλήλυθα αὐτὸς τῷ πτωχεύσαντι Ἀδὰμ διακονῆσαι, καὶ λύτρον δοῦναι ἀντὶ πολλῶν, τὴν ψυχὴν τῶν βοώντων μοι, Δόξα σοι. 

ὁ α’ χορὸς 

Ἦχος πλ. δ’ 

Στίχ. β’. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. 


Τῆς ξηρανθείσης συκῆς διὰ τὴν ἀκαρπίαν, τὸ ἐπιτίμιον φοβηθέντες ἀδελφοί, καρποὺς ἀξίους τῆς μετανοίας, προσάξωμεν Χριστῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος. 


ὁ β’χορὸς 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 

ὁ α’χορὸς 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 


ὁ β’χορὸς 

ἦχος ὁ αὐτὀς 


Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν, εὑρὼν ὁ δράκων, διὰ ῥημάτων, ἔσπευδε κολακείαις, ὑποσκελίσαι τὸν Ἰωσήφ, ἀλλ’ αὐτὸς καταλιπὼν τὸν χιτῶνα,ἔφυγε τὴν ἁμαρτίαν, καὶ γυμνὸς οὐκ ᾐσχύνετο, ὡς ὁ Πρωτόπλαστος, πρὸ τῆς παρακοῆς, αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς. 


ὁ Προεστὼς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε. τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. 


Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν. 


Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος, τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον. 


Κύριε ἐλέησον μ’(40). Δόξα Πατρὶ… Καὶ νῦν… Τήν τιμιωτέραν…, 

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. 

ὁ Προεστώς: Ὁ ὢν εὐλογητὸς…Ἐπουράνιε Βασιλεῦ…κ.λ.π. 


Ἀπόλυσις 

«…᾽Ερχόμενος ὁ Κύριος ἐπί τό ἑκούσιον πάθος…».

ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ