ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


3 ΜΑΪΟΥ 2013

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ

ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ

(ΕΣΠΕΡΑΣΜΕΓΑΛΗΣΠΕΜΠΤΗΣ)

Τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι’ ἡμᾶςἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷὁμολογίαν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 



Εὐλογήσαντος τοῦ ἱερέως τὸ Βασιλεῦ οὐράνιε…Τρισάγιον οἱ βασιλικοὶ ψαλμοὶ ΙΘ΄και Κ ’καὶ πάλιν τὸ Τρισάγιον. Σῶσον Κύριε… Ἐλέησον ἡμᾶς ὁ Θεὸς… κλπ. 

MετὰτὸνἙξάψαλμονΣυναπτὴμεγάληκαὶψάλλομενἀργῶςκαὶμετὰμέλουςεἰςἦχονπλ.δ‘δὶςτὸμέγαἈλληλουάριονκαὶδὶςτὸμικρόνμετὰτῶνστὶχωναὐτοῦ. 


ὁἹερεὺς:ΕὐλογητὸςὁΘεὸςἡμῶν, πάντοτε, νῦν, καὶἀεί,καὶεἰςτοὺςαἰῶναςτῶναἰώνων.

Ἀναγνώστης:Ἀμήν.

ὉΠροεστὼς:ΔόξασοιὁΘεός, δόξασοι.

Βασιλεῦοὐράνιε, Παράκλητε, τὸΠνεῦματῆςἀληθείας,ὁπανταχοῦπαρὼνκαὶτὰπάνταπληρῶν,ὁθησαυρόςτῶνἀγαθῶνκαὶζωῆςχορηγός,ἐλθὲκαὶσκήνωσονἐνἡμῖνκαὶκαθάρισονἡμᾶςἀπὸπάσηςκηλῖδοςκαὶσῶσον,Ἀγαθὲτὰςψυχὰςἡμῶν.



Ἀναγνώστης:Ἀμήν. ἍγιοςὁΘεός, ἍγιοςἸσχυρός, ἍγιοςἈθάνατος, ἐλέησονἡμᾶς(ἐκγ‘)

ΔόξαΠατρὶ… Καὶνῦν…

ΠαναγίαΤριάς, ἐλέησονἡμᾶς.

Κύριε, ἱλάσθητιταῖςἁμαρτίαιςἡμῶν,

Δέσποτα, συγχώρησοντὰςἀνομίαςἡμῖν.

Ἅγιε, ἐπίσκεψαικαὶἴασαιτὰςἀσθενείαςἡμῶν,

ἕνεκεντοῦὀνόματόςσου. 

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. 

ΔόξαΠατρὶ…. Καὶνῦν…

Πάτερἡμῶνὁἐντοῖςοὐρανοῖς, ἁγιασθήτωτὸὄνομάσου, ἐλθέτωἡβασιλείασου,γενηθήτωτὸθέλημάσου, ὡςἐνοὐρανῷ, καὶἐπὶτῆςγῆς.Τὸνἄρτονἡμῶντόνἐπιούσιονδὸςἡμῖνσήμερον,καὶἄφεςἡμῖντὰὀφειλήματαἡμῶν, ὡςκαὶἡμεῖςἀφίεμεντοῖςὀφειλέταιςἡμῶν,καὶμὴεἰσενέγκῃςἡμᾶςεἰςπειρασμόν, ἀλλὰῥῦσαιἡμᾶςἀπὸτοῦπονηροῦ.

Ἱερεὺς:Ὅτισοῦἐστινἡβασιλεία…

ὁἈναγνώστης:Ἀμήν. Κύριεἐλέησον ( ιβ’) ΔόξαΠατρί..Καὶνῦν…

Ἐμμελὴςἀπαγγελίαεἰςτὸκλιτὸνὕφος

· · Δεῦτε, προσκυνήσωμενκαὶπροσπέσωμεντῷβασιλεῖἡμῶνΘεῷ.

· · Δεῦτε, προσκυνήσωμενκαὶπροσπέσωμενΧριστῷ, τῷβασιλεῖἡμῶνΘεῷ.

· · Δεῦτε, προσκυνήσωμενκαὶπροσπέσωμεναὐτῷΧριστῷ,τῷβασιλεῖκαὶΘεῷἡμῶν. 

ΨΑΛΜΟΣΙθ‘. (19).



ἘπακούσαισουΚύριοςἐνἡμέρᾳθλίψεως, ὑπερασπίσαισουτὸὄνοματοῦΘεοῦἸακὼβ.

Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι .

Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.

Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.

Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.

Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν, καὶ ἀνωρθώθημεν.

Κύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.



ΨΑΛΜΟΣ Κ’. 20.



Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν .

Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητας, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν, καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν.

Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.

Ὅτι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.

Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.

Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου.

Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.

Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.

Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.

Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου · ᾄσομεν, καὶ ψαλοῦμεν τὰς δυναστείας σου.



Δόξα Πατρὶ…. Καὶ νῦν…

Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦἐστιν.



ὁ Ἀναγνώστης: Ἀμὴν.

Τροπάρια

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα Πατρὶ…

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν… Θεοτοκίον

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.



·  Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

ὁ Χορὸς: Κύριε, ἐλέησον (γ’).

·  Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

·  Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.



Ἀναγνώστης: Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.



ὁ Ἱερεὺς: Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀμήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ τρίτου).

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου(δίς).



Ψαλμὸς γ’ ( 3 )

·  Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ;

·  Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.

·  Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

·  Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

·  Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήψεταί μου.

·  Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.

·  Ἀνάστα, Κύριε, σῷσόν με ὁ Θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

·  Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Καὶ πάλιν

·  Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.



Ψαλμὸς λζ’ (37)

·  Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με,

·  ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου

·  οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,

·  οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου 

·  ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ

·  προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου

·  ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην

·  ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου

·  ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου

·  Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη

·  ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ

·  οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν

·  καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοιἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν

·  ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ

·  καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς

·  ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου

·  ὅτι εἶπον΄ μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν

·  ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντὸς

·  ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου

·  οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως

·  οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην.

·  Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ

·  Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.

Καὶ πάλιν

·  Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ

·  Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.



Ψαλμὸς ξβ’ (62)

·  Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω

·  ἐδίψησέ σε ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ

·  οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου

·  ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε

·  οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου

·  ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου

·  εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ

·  ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι

·  ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου

·  αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται

·  ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγῃ στόμα λαλούντων ἄδικα

Καὶ πάλιν

·  Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι,

·  Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.



Δόξα Πατρὶ… Καὶ νῦν…

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ… Καὶ νῦν… 



Ψαλμὸς πζ’ (87)

·  Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

·  εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου

·  ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν

·  προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος

·  ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν,

·  ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου,

·  ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμὲ

·  ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς

·  παρεδόθην καὶ οὐκ ἐξεπορευόμην οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας

·  ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου

·  μή τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;

·  μή διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλεία;

·  μή γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;

·  κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε΄

·  ἵνα τί Κύριε ἀπωθῇ τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;

·  πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην

·  ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με

·  ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα

·  ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας .

Καὶ πάλιν

·  Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

·  Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.



Ψαλμὸς ρβ’(102)

·  Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ

·  Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ

·  τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου τὸν ἰώμενον πάσας τὰς νόσους σου

·  τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς

·  τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου

·  ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις

·  ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ,

·  οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος,

·  οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ,

·  οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν 

·  ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν

·  καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν

·  καθὼς οἰκτείρει πατὴρ υἱοὺς ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν ἐμνήσθη ὅτι χοῦς ἐσμεν

·  ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει

·  ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ

·  τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν

·  καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶντοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς

·  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει

·  εὐλογεῖτε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ

·  εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ

·  εὐλογεῖτε τὸν κύριον πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον

Καὶ πάλιν

·  Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.



Ψαλμὸς ρμβ’ (142)

·  Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

·  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν,

·  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου

·  ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

·  ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων

·  διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι

·  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου

·  μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

·  ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα

·  γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου

·  ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου

·  τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με

· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καὶ πάλιν

·  Εἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς)

·  Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.



Δόξα Πατρὶ… Καὶ νῦν…

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. 

Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορός

Στίχ. α’.Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰπροστάγματά σου ἐπὶ τῆς γῆς. Ἀλληλούϊα.(τρίς)

ὁ β’ χορός

Στίχ. β’. Δικαιοσύνην μάθετε, οἱἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀλληλούϊα.(τρὶς)

ὁ α’ χορός

Στίχ. γ’. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίουςἔδεται, Ἀλληλούϊα. (τρίς)

ὁ β’ χορός

Στίχ. δ’. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. Ἀλληλούϊα. (τρίς)

ὁ α’ χορὸς

Τροπάριον

Ἦχος πλ. δ’

Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ὅτε οἱ ἔνδοξοι Μαθηταί….

ὁ α’ χορὸς

Καὶ νῦν…

Ὅτε οἱ ἔνδοξοι Μαθηταί… 


Ψαλλομένου δὲ τούτου, ὁἘκκλησιάρχης διανέμει κηρία τοῖς ἀδελφοῖς καὶ μετὰ τοῦτο, εὐθὺς λέγει ὁἹερεὺς τὸ τῆς Διαθήκης τῶν ἁγίων Παθῶν. 

Εὐαγγέλιον Α’

κατὰἸωάννην

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦἀνθρώπου…

… εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ Μαθηταὶ αὐτοῦ.

ὁ α’χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου…

ὁ β’χορὸς

…Κύριε, δόξα σοι. 


Εἶτα ψάλλομεν τὰἑπόμενα Ἀντίφωνα,

Ἀντίφωνον Α’

ὁ α’χορὸς

Ἦχος πλ. δ’

Ἄρχοντες λαῶν συνήχθησαν, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

ὁ β’χορὸς

Λόγον παράνομον, κατέθεντο κατ’ ἐμοῦ, Κύριε, Κύριε, μὴἐγκαταλίπῃς με.

ὁ α’χορὸς

Τὰς αἰσθήσεις ἡμῶν, καθαρὰς τῷ Χριστῷ παραστήσωμεν, καὶὡς φίλοι αὐτοῦ, τὰς ψυχὰς ἡμῶν θύσωμεν δι’ αὐτόν, καὶ μὴ ταῖς μερίμναις τοῦ βίου, συμπνιγῶμεν ὡς ὁἸούδας, ἀλλ’ ἐν τοῖς ταμείοις ἡμῶν κράξωμεν. Πάτερ ἡμῶνὁἐν τοῖς οὐρανοῖς, ἀπὸ τοῦ πονηροῦῥῦσαι ἡμᾶς.

ὁ β’χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀνύμφευτε, Θεοτόκε Μαρία. Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, σωθῆναι ἡμᾶς.



Ἀντίφωνον Β’ 

ὁ α’χορὸς

Ἦχος πλ. β’

Ἔδραμε λέγων ὁἸούδας, τοῖς παρανόμοις γραμματεῦσι. Τί μοι θέλετε δοῦναι, κἀγὼὑμῖν παραδώσω αὐτόν; ἐν μέσῳ δὲ τῶν συμφωνούντων, αὐτὸς εἱστήκειςἀοράτως συμφωνούμενος. Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.

ὁ β’χορὸς

Ἐν ἐλέει τὸν Θεὸν θεραπεύσωμεν, ὥσπερ Μαρία ἐπὶ τοῦ δείπνου, καὶ μὴκτησώμεθα φιλαργυρίαν, ὡς ὁἸούδας, ἵνα πάντοτε μετὰ Χριστοῦ, τοῦΘεοῦἐσώμεθα.

ὁ α’χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Ὃν ἔτεκες Παρθένε ἀνερμηνεύτως, διὰ παντὸς ὡς φιλάνθρωπον, μὴ διαλίπῃς δυσωποῦσα, ἵνα κινδύνων σώσῃ, τοὺς εἰς σὲ καταφεύγοντας.



Ἀντίφωνον Γ’

ὁ β’χορὸς

Ἦχος β’

Διὰ Λαζάρου τὴν ἔγερσιν Κύριε, τὸὩσαννά σοιἐκραύγαζον, παῖδες τῶνἙβραίων φιλάνθρωπε. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

ὁ α’χορὸς

Ἐν τῷ δείπνῳ σου Χριστὲὁ Θεός, τοῖς Μαθηταῖς σου προέλεγες. Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

ὁ β’χορὸς

Ἰωάννῃ ἐρωτήσαντι Κύριε, ὁ παραδιδοὺς σε τὶς ἐστι; τοῦτον διὰ τοῦἄρτουὑπέδειξας, ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

ὁ α’χορὸς

Εἰς τριάκοντα ἀργύρια Κύριε, καὶ εἰς φίλημα δόλιον, ἐζήτουν Ἰουδαῖοιἀποκτεῖναί σε. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

ὁ β’χορὸς

Ἐν τῷ Νιπτῆρί σου Χριστὲὁ Θεός, τοῖς Μαθηταῖς σου προέτρεπες. Οὕτω ποιεῖτε ὥσπερ ἴδετε. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

ὁ α’χορὸς

Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ πειρασθῆτε, τοῖς Μαθηταῖς σου ὁ Θεὸςἡμῶν ἔλεγες. Ὁ δὲ παράνομος Ἰούδας, οὐκ ἠβουλήθη συνιέναι.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Διάσωσον ἀπὸ κινδύνων; τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος, καὶ προστασίαν.

ὁ α’χορὸς

Κάθισμα Ἦχος βαρὺς

Ἐν τῷ δείπνῳ τοὺς Μαθητὰς διατρέφων, καὶ τὴν σκῆψιν τῆς προδοσίας γινώσκων, ἐν αὐτῷ τὸν Ἰούδαν διήλεγξας, ἀδιόρθωτον μὲν τοῦτονἐπιστάμενος, γνωρίσαι δὲ πᾶσι βουλόμενος, ὅτι θέλων παρεδόθης, ἵνα Κόσμονἁρπάσῃς τοῦἀλλοτρίου. Μακρόθυμε δόξα σοι.


Εὐαγγέλιον Β’

κατὰἸωάννην

Τῷ καιρῷἐκείνῳ, ἐξῆλθεν ὁἸησοῦς…

… ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα.

ὁ α’χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι


Ἀντίφωνον Δ’

ὁ β’ χορὸς

Ἦχος πλ. α’

Σήμερον ὁἸούδας, καταλιμπάνει τὸν Διδάσκαλον, καὶ παραλαμβάνει τὸν διάβολον, τυφλοῦται τῷ πάθει τῆς φιλαργυρίας, ἐκπίπτει τοῦ φωτός,ὁἐσκοτισμένος, πῶς γὰρ ἠδύνατο βλέπειν, ὁ τὸν φωστῆρα πωλήσας, τριάκοντα ἀργυρίων, ἀλλ’ ἡμῖν ἀνέτειλεν ὁ παθὼν ὑπὲρ τοῦ Κόσμου, πρὸς ὃν βοήσωμεν. Ὁ παθών, καὶ συμπαθῶν ἀνθρώποις, δόξα σοι.

ὁ α’χορὸς

Σήμερον ὁἸούδας, παραποιεῖται θεοσέβειαν, καὶἀλλοτριοῦται τοῦχαρίσματος, ὑπάρχων μαθητής, γίνεται προδότης, ἐν ἤθει φιλικῷ, δόλονὑποκρύπτει, καὶ προτιμᾶται ἀφρόνως τῆς τοῦ Δεσπότου ἀγάπης, τριάκονταἀργύρια, ὁδηγὸς γενόμενος, συνεδρίου παρανόμου. Ἡμεῖς δὲἔχοντες σωτηρίαν τὸν Χριστόν, αὐτὸν δοξάσωμεν.

ὁ β’ χορὸς

Ἦχος α’

Τὴν φιλαδελφίαν κτησώμεθα, ὡς ἐν Χριστῷἀδελφοί, καὶ μὴ τὸἀσυμπαθὲς πρὸς τοὺς πλησίον ἡμῶν, ἵνα μὴὡς ὁ δοῦλος κατακριθῶμεν, ὁἀνελεήμων, διὰτὰ δηνάρια, καὶὡς ὁἸούδας μεταμεληθέντες, μηδὲν ὠφελήσωμεν.

ὁ α’χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Δεδοξασμένα περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, ὅτι ἐκύησας σαρκί, τὸν τῶν ὅλων Ποιητήν, Θεοτόκε Μαρία, πανύμνητε, καὶἀπειρόγαμε.



Ἀντίφωνον Ε’

ὁ β’ χορὸς

Ἦχος πλ. β’

Ὁ μαθητὴς τοῦ Διδασκάλου, συνεφώνει τὴν τιμήν, καὶ τριάκοντα ἀργυρίοις, πέπρακε τὸν Κύριον, φιλήματι δολίῳ παραδοὺς αὐτόν, τοῖς ἀνόμοις εἰς θάνατον. 

ὁ α’χορὸς

Σήμερον ἔλεγεν ὁ Κτίστης Οὐρανοῦ καὶ γῆς, τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἤγγικενἡὥρα, καὶἔφθασεν Ἰούδας ὁ παραδιδούς με, μή τις μεἀρνήσηται, βλέπων μεἐν τῷ Σταυρῶ, ἐν μέσῳ δύω λῃστῶν, πάσχω γὰρ ὡς ἄνθρωπος, καὶ σῴζω ὡς φιλάνθρωπος, τοὺς εἰς ἐμὲ πιστεύοντας.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Ἡἀῤῥήτως, ἐπ’ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα, τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας. 

ὁ α’χορὸς

Ἀντίφωνον ς’ 
Ἠχος βαρὺς

Σήμερον γρηγορεῖὁἸούδας, παραδοῦναι τὸν Κύριον, τὸν πρὸ τῶν αἰώνων Σωτῆρα τοῦ Κόσμου, τὸν ἐκ πέντε ἄρτων, χορτάσαντα πλήθη. Σήμερονὁἄνομος, ἀρνεῖται τὸν Διδάσκαλον, μαθητὴς γενόμενος, Δεσπότην παρέδωκεν, ἀργυρίῳ πέπρακε, τὸν μάννα χορτάσαντα τὸν ἄνθρωπον.

ὁ β’ χορὸς

Σήμερον τῷ σταυρῷ προσήλωσαν, Ἰουδαῖοι τὸν Κύριον, τὸν διατεμόντα τὴν θάλασσαν ῥάβδῳ, καὶ διαγαγόντα αὐτοὺς ἐν ἐρήμῳ. Σήμερον τῇ λόγχῃ τὴν πλευρὰν αὐτοῦἐκέντησαν, τοῦ πληγαῖς μαστίξαντος, ὑπὲρ αὐτῶν τὴν Αἴγυπτον, καὶ χολὴν ἐπότισαν, τὸν μάννα, τροφὴν αὐτοῖς ὀμβρήσαντα. 

ὁ α’χορὸς

Κύριε ἐπὶ τὸ πάθος τὸἑκούσιον παραγενόμενος, ἐβόας τοῖς Μαθηταῖς σου, κἂν μίαν ὥραν οὐκ ἰσχύσατε, ἀγρυπνῆσαι μετ’ ἐμοῦ, πῶς ἐπηγγείλατεἀποθνήσκειν δι’ ἐμὲ; Κἂν τὸν Ἰούδαν θεάσασθε, πῶς οὐ καθεύδει, ἀλλὰσπουδάζει προδοῦναί με τοῖς παρανόμοις; ἐγείρεσθε, προσεύξασθε, μή τις μεἀρνήσηται, βλέπων μεἐν τῷ σταυρῷ. Μακρόθυμε δόξα σοι.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Χαῖρε Θεοτόκε ἡ τὸν ἀχώρητον ἐν Οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, δι’ ἧς ἡμῖν ἔλαμψεν ὁἘμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. 

ὁ α’χορὸς

Κάθισμα Ἦχος βαρὺς

Ποῖός σε τρόπος Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο; μὴ τοῦ χοροῦ σετῶν Ἀποστόλων ἐχώρισε; μὴ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐστέρησε; μὴσυνδειπνήσας ἐκείνοις, σὲ τῆς τραπέζης ἀπώσατο; μὴ τῶν ἄλλων νίψας τοὺς πόδας, τοὺς σοὺς ὑπερεῖδεν, ὢ πόσων ἀγαθῶν, ἀμνήμων ἐγένου! καὶ σοῦ μὲνἡἀχάριστος, στηλιτεύεται γνώμη, αὐτοῦ δὲἡἀνείκαστος, μακροθυμία κηρύττεται, καὶ τὸ μέγα ἔλεος.


Εὐαγγέλιον Γ’

Κατὰ Ματθαῖον

Τῷ καιρῷἐκείνῳ, οἱ στρατιῶται…

… καὶἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.

ὁ β’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι


Ἀντίφωνον Ζ’

ὁ α’χορὸς

Ἦχος πλ. δ’

Τοῖς συλλαβοῦσί σε παρανόμοις, ἀνεχόμενος, οὕτως ἐβόας Κύριε. Εἰκαὶἐπατάξατε τὸν ποιμένα, καὶ διεσκορπίσατε τὰ δώδεκα πρόβατα τοὺς Μαθητάς μου, ἠδυνάμην πλείους, ἢ δώδεκα λεγεῶνας παραστῆσαι Ἀγγέλων,ἀλλὰ μακροθυμῶ, ἵνα πληρωθῇ, ἃἐδήλωσα ὑμῖν διὰ τῶν Προφητῶν μου,ἄδηλα καὶ κρύφια. Κύριε δόξα σοι. 

ὁ β’ χορὸς

Τρίτον ἀρνησάμενος ὁ Πέτρος, εὐθέως τὸῥηθὲν αὐτῷ συνῆκεν, ἀλλὰπροσήγαγέ σοι δάκρυα μετανοίας. Ὁ Θεὸς ἱλάσθητί μοι καὶ σῷσόν με.

ὁ α’χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Ὡς πύλην σωτήριον καὶ Παράδεισον τερπνόν, καὶ φωτὸς ἀϊδίου, νεφέληνὑπάρχουσαν, τὴν ἁγίαν Παρθένον ὑμνήσωμεν ἅπαντες, λέγοντες τὸ Χαῖρε αὐτῇ.



Ἀντίφωνον Η’

ὁ β’ χορὸς

Ἦχος β’

Εἴπατε παράνομοι΄ Τὶἠκούσατε παρὰ τοῦ Σωτῆρος ἡμῶν, οὐ νόμον ἐξέθετο, καὶ τῶν, Προφητῶν τὰ διδάγματα; πῶς οὖν ἐλογίσασθε Πιλάτῳ παραδοῦναι, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.



ὁ α’χορὸς

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶἐντρυφῶντες, καὶκακοῦργον ἀντ’ εὐεργέτου, ᾐτοῦντο λαβεῖν, οἱ τῶν δικαίων φονευταί,ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαιἡμᾶς ὡς φιλάνθρωπος.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Ὅτι οὐκ ἔχομεν παρρησίαν, διὰ τὰ πολλὰἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦγεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε, πολλὰ γὰρ ἰσχύει δέησις Μητρός, πρὸς εὐμένειαν Δεσπότου, μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτιἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

Ἀντίφωνον θ’ 

ὁ α’χορὸς

Ἦχος γ’

Ἔστησαν τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντοἀπὸ υἱῶν Ἰσραήλ. Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενής, διὰ τοῦτο γρηγορεῖτε. 

ὁ β’ χορὸς

Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, σὺδὲ Κύριε ἀνάστησόν με, καὶἀνταποδώσω αὐτοῖς.

ὁ α’χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Οἱἐξ ἐθνῶν ὑμνοῦμέν σε Θεοτόκε ἁγνή, ὅτι Χριστὸν τὸν Θεὸν ἡμῶν ἔτεκες, τὸν ἐκ τῆς κατάρας τοὺς ἀνθρώπους, διὰ σοῦἐλευθερώσαντα.

Κάθισμα

ὁ β’ χορὸς

Ἦχος πλ. δ’

Ὢ πῶς Ἰούδας ὁ ποτέ σου μαθητής, τὴν προδοσίαν ἐμελέτα κατὰ σοῦ! συνεδείπνησε δολίως, ὁἐπίβουλος καὶἄδικος, πορευθεὶς εἶπε τοῖς Ἱερεύσι. Τὶμοι παρέχετε, καὶ παραδώσω ὑμῖν ἐκεῖνον, τὸν νόμον λύσαντα, καὶβεβηλοῦντα τὸ Σάββατον; Μακρόθυμε Κύριε δόξα σοι.


Εὐαγγέλιον Δ’

ΚατὰἸωάννην

Τῷ καιρῷἐκείνῳ ἄγουσι τὸν Ἰησοῦν…

… τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.

ὁ α’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι


Ἀντίφωνον Ι’

ὁ β’ χορὸς

Ἦχος πλ. β’

Ὁἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, γυμνὸς εἰς κρίσιν ἵστατο, καὶἐν σιαγόνι,ῥάπισμα ἐδέξατο, ὑπὸ χειρῶν ὧν ἔπλασεν, ὁ δὲ παράνομος λαός, τῷ σταυρῷπροσήλωσε, τὸν Κύριον τῆς δόξης, τότε τὸ καταπέτασμα τοῦ Ναοῦἐσχίσθη,ὁἥλιος ἐσκότασε, μὴ φέρων θεάσασθαι, Θεὸν ὑβριζόμενον, ὃν τρέμει τὰσύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

ὁ α’χορὸς

Ὁ μαθητὴς ἠρνήσατο, ὁ Λῃστὴς ἐβόησε. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Εἰρήνευσον τὸν Κόσμον, ὁἐκ Παρθένου καταδεξάμενος Κύριε, σάρκα φορέσαιὑπὲρ δούλων, ἵνα συμφώνως, σὲ δοξολογοῦμεν φιλάνθρωπε.



Ἀντίφωνον ΙΑ’

ὁ α’χορὸς

Ἦχος πλ. β’

Ἀντὶἀγαθῶν, ὧν ἐποίησας Χριστέ, τῷ γένει τῶν Ἑβραίων σταυρωθῆναί σε κατεδίκασαν, ὄξος καὶ χολὴν σε ποτίσαντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε κατὰτὰἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν, τὴν σὴν συγκατάβασιν.

ὁ β’ χορὸς

Ἐπὶ τῇ προδοσίᾳ οὐκ ἠρκέσθησαν Χριστὲ τὰ γένη τῶν Ἑβραίων, ἀλλ’ ἐκίνουν τὰς κεφαλὰς αὐτῶν, μυκτηρισμὸν καὶ χλεύην προσάγοντες. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦἐμελέτησαν.

ὁ α’χορὸς

Οὔτε γῆὡς ἐσείσθη, οὔτε πέτραι ὡς ἐῤῥάγησαν, Ἑβραίους ἔπεισαν, οὔτε τοῦΝαοῦ τὸ καταπέτασμα, οὔτε τῶν νεκρῶν ἡἀνάστασις; Ἀλλὰ δὸς αὐτοῖς Κύριε, κατὰ τὰἔργα αὐτῶν, ὅτι κενά, κατὰ σοῦἐμελέτησαν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη, διὸἀπαύστως, σὲἀνυμνοῦντες μεγαλύνομεν.



Ἀντίφωνον ΙΒ’

ὁ α’χορὸς

Ἦχος πλ. δ’

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις. Λαός μου τὶἐποίησά σοι, ἢ τί σοιπαρηνώχλησα; τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα,ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. Λαός μου, τὶἐποίησά σοι, καὶ τὶμοιἀνταπέδωκας; ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦὕδατος ὄξος, ἀντὶτοῦἀγαπᾶν με, σταυρῷ με προσηλώσατε, οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰἔθνη, κἀκεῖνα μὲ δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ πνεύματι, κἀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον. 

ὁ β’ χορὸς

Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων, καὶ τὰς ἰδίας ἀκτῖνας, ὁἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον. 

ὁ α’χορὸς

Οἱ νομοθέται τοῦἸσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων βοᾷπρὸς ὑμᾶς. Ἲδε ναός, ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, ἀλλ’ ἐξουσίᾳ ἑαυτοῦἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι, αὐτὸς γάρ ἐστιν ὁἐν θαλάσσῃ σώσας, καὶἐν ἐρήμῳ θρέψας, αὐτὸς ἐστιν ἡ ζωὴκαὶ τὸ φῶς, καὶἡ εἰρήνη τοῦ Κόσμου.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Χαῖρε ἡ πύλη τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁὝψιστος μόνος διώδευσε, καὶπάλιν ἐσφραγισμένην κατέλιπεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κάθισμα

ὁ α’χορὸς

Ἦχος πλ. δ’

Ὅτε παρέστης τῷ Καϊάφᾳ ὁ Θεός, καὶ παρεδόθης τῷ Πιλάτῳ ὁ Κριτής, αἱοὐράνιαι δυνάμεις, ἐκ τοῦ φόβου ἐσαλεύθησαν, τότε δὲ καὶὑψώθης ἐπὶ τοῦξύλου ἐν μέσῳ δύω λῃστῶν, καὶἐλογίσθης μετὰἀνόμων ὁἀναμάρτητος, διὰ τὸσῷσαι τὸν ἄνθρωπον. Ἀνεξίκακε Κύριε, δόξα σοι. 


Εὐαγγέλιον Ε’

Κατὰ Ματθαῖον

Τῷ καιρῷἐκείνῳ, ἰδὼν Ἰούδας…

… ἵνα ἄρῃ τὸν Σταυρὸν αὐτοῦ.

ὁ β’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι


Ἀντίφωνον ΙΓ’

ὁ α’χορὸς

Ἦχος πλ. β’

Τὸἄθροισμα τῶν Ἰουδαίων, τῷ Πιλάτῳ ᾐτήσαντο, σταυρωθῆναί σε Κύριε, αἰτίαν γὰρ ἐν σοὶ μὴ εὑρόντες, τὸν ὑπεύθυνον Βαραββᾶν ἠλευθέρωσαν, καὶσὲ τὸν Δίκαιον κατεδίκασαν, μιαιφονίας ἔγκλημα κληρωσάμενοι. Ἀλλὰ δὸς αὐτοῖς Κύριε, τὸἀνταπόδομα αὐτῶν, ὅτι κενά, κατὰ σοῦἐμελέτησαν. 

ὁ β’ χορὸς

Ὃν πάντα φρίσσει καὶ τρέμει, καὶ πᾶσα γλῶσσα ὑμνεῖ, Χριστὸν Θεοῦδύναμιν, καὶ Θεοῦ σοφίαν οἱἹερεῖς ἐῤῥάπισαν, καὶἔδωκαν αὐτῷ χολήν, καὶπάντα παθεῖν κατεδέξατο, σῷσαι θέλων ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῷἰδίῳ αἵματι, ὡς φιλάνθρωπος.

ὁ α’χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Θεοτόκε ἡ τεκοῦσα, διὰ λόγου ὑπὲρ λόγον, τὸν Κτίστην τὸν ἴδιον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.



Ἀντίφωνον ΙΔ’

ὁ β’ χορὸς

Ἦχος πλ. δ’

Κύριε, ὁ τὸν Λῃστὴν συνοδοιπόρον λαβών, τὸν ἐν αἵματι χεῖρας μολύναντα, καὶἡμᾶς σὺν αὐτῷ καταρίθμησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

ὁ α’χορὸς

Μικρὰν φωνὴν ἀφῆκεν ὁ λῃστὴς ἐν τῷ σταυρῷ, μεγάλην πίστιν εὗρε, μιᾷῥοπῇἐσώθη, καὶ πρῶτος Παραδείσου, πύλας ἀνοίξας εἰσῆλθεν. Ὁ αὐτοῦτὴν μετάνοιαν προσδεξάμενος, Κύριε δόξα σοι.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Χαῖρε ἡ δι’ Ἀγγέλου, τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα, τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡἀξιωθεῖσα γενέσθαι, Μήτηρ Χριστοῦ τοῦΘεοῦ.

Ἀντίφωνον ΙΕ’

ὁ α’χορὸς

Ἦχος πλ. β’

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁἐν ὕδασι τὴν γῆν κρεμάσας.Στέφανον ἐξἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο,ὁἐν Ἰορδάνῃἐλευθερώσας τὸν Ἀδάμ. Ἣλοις προσηλώθη, ὁ Νυμφίος τῆςἘκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰΠάθη Χριστέ. Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν. 

ὁ β’ χορὸς

Μὴὡς Ἰουδαῖοι ἑορτάσωμεν, καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστὸς ὁ Θεός, ἀλλ’ ἐκκαθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶεἰλικρινῶς δεηθῶμεν αὐτῷ. Ἀνάστα Κύριε, σῶσον ἡμᾶς ὡς φιλάνθρωπος.

ὁ α’χορὸς

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶἐπ’ αὐτῷπεποιθότες, σὲ τὸν σταυρωθέντα, Θεὸν ἡμῶν ὑμνοῦμεν΄ Ἐλέησον ἡμᾶς.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Ὁρῶσά σε κρεμάμενον, Χριστέ, ἡ σὲ κυήσασα, ἀνεβόα. Τὶ τὸ ξένον ὃὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ πηγνύμενος, ζωῆς χορηγὲ; 

ὁ α’χορὸς

ΚάθισμαἮχος δ’

Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷσταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασαςἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι.


Εὐαγγέλιον ς’

Κατὰ Μᾶρκον

Τῷ καιρῷἐκείνῳ, οἱ στρατιῶται ἀπήγαγον…

… καὶ πιστεύσωμεν αὐτῷ.

ὁ β’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι


Εἶτα ψάλλομεν τοὺς Μακαρισμοὺς εἰς Στίχους η’

ὁ α’χορὸς

Ἦχος δ’

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. 

ὁ β’ χορὸς

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

ὁ α’χορὸς

Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Διὰ ξύλου ὁἈδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ σταυροῦ, ὁΛῃστὴς Παράδεισον ᾢκησεν. Ὁ μὲν γὰρ γευσάμενος ἐντολὴν ἠθέτησε τοῦποιήσαντος. Ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητι καὶἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

ὁ β’ χορὸς

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶχορτασθήσονται.

Τὸν τοῦ νόμου Ποιητήν, ἐκ μαθητοῦὠνήσαντο ἄνομοι, καὶὡς παράνομον αὐτόν, τῷ Πιλάτου βήματι ἔστησαν, κραυγάζοντες, Σταύρωσον, τὸν ἐν ἐρήμῳτούτους μανναδοτήσαντα. Ἡμεῖς δὲ τὸν δίκαιον, Λῃστὴν μιμησάμενοι, πίστει κράζομεν, Μνήσθητι καὶἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. 

ὁ α’χορὸς

Μακάριοι οἱἐλεήμονες, ὅτι αὐτοὶἐλεηθήσονται.

Τῶν θεοκτόνων ὁἑσμός, Ἰουδαίων ἔθνος τὸἄνομον, πρὸς Πιλᾶτον ἐμμανῶς,ἀνακράζων ἔλεγε. Σταύρωσον, Χριστὸν τὸν ἀνεύθυνον. Βαραββᾶν δὲ μᾶλλον οὗτοι ᾐτήσαντο. Ἡμεῖς δὲ φθεγγόμεθα, Λῃστοῦ τοῦ εὐγνώμονος, τὴν φωνὴν πρὸς αὐτόν. Μνήσθητι καὶἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. 

ὁ β’ χορὸς

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Ἡ ζωηφόρος σου Πλευρά, ὡς ἐξ Ἐδὲμ πηγὴἀναβλύζουσα, τὴν Ἐκκλησίαν σου Χριστέ, ὡς λογικὸν ποτίζει Παράδεισον, ἐντεῦθεν μερίζουσα, ὡς εἰς ἀρχὰς εἰς τέσσαρα Εὐαγγέλια, τὸν Κόσμον ἀρδεύουσα, τὴν κτίσιν εὐφραίνουσα, καὶτὰἔθνη πιστῶς, διδάσκουσα, προσκυνεῖν τὴν Βασιλείαν σου. 

ὁ α’χορὸς

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Ἐσταυρώθης δι’ ἐμέ, ἵνα ἐμοὶ πηγάσης τὴν ἄφεσιν, ἐκεντήθης τὴν πλευράν,ἵνα κρουνοὺς ζωῆς ἀναβλύσῃς μοι, τοῖς ἣλοις προσήλωσαι, ἵνα ἐγὼ τῷ βάθει τῶν παθημάτων σου, τὸὕψος τοῦ κράτους σου, πιστούμενος κράζω σοιζωοδότα Χριστέ. Δόξα καὶ τῷ Σταυρῷ Σῶτερ, καὶ τῷ Πάθει σου.

ὁ β’χορὸς

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Σταυρουμένου σου Χριστέ, πᾶσα ἡ κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονεῖτο φόβῳ τοῦ κράτους σου, φωστῆρες ἐκρύπτοντο, καὶ τοῦΝαοῦἐῤῥάγη τὸ καταπέτασμα τὰὄρη ἐτρόμαξαν, καὶ πέτραι ἐσχίσθησαν, καὶΛῃστὴς ὁ πιστός, κραυγάζει σοι σὺν ἡμῖν, Σωτὴρ τὸ Μνήσθητι.

ὁ α’χορὸς

Μακάριοι ἐστὲὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸνῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Τὸ χειρόγραφον ἡμῶν, ἐν τῷ Σταυρῶ διέῤῥηξας Κύριε, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, τὸν ἐκεῖσε τύραννον ἔδησας, ῥυσάμενος ἅπαντας ἐκ δεσμῶν θανάτου τῇἀναστάσει σου, δι’ ἧς ἐφωτίσθημεν, φιλάνθρωπε Κύριε, καὶ βοῶμέν σοι. Μνήσθητι καὶἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

ὁ β’ χορὸς

Χαίρετε καὶἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ὁὑψωθεὶς ἐν τῷ Σταυρῷ, καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν, καὶἐξαλείψαςὡς Θεός, τὸ καθ’ ἡμῶν χειρόγραφον Κύριε, Λῃστοῦ τὴν μετάνοιαν, καὶἡμῖν παράσχου μόνε φιλάνθρωπε, τοῖς πίστει λατρεύουσι, Χριστὲὁ Θεὸς ἡμῶν, καὶβοῶσί σοι. Μνήσθητι καὶἡμῶν Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

ὁ α’χορὸς

Δόξα Πατρί…

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸἅγιον, ὁμοφρόνως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα, Μονάδα θεότητος, ἐν τρισὶν ὑπάρχουσανὑποστάσεσιν, ἀσύγχυτον μένουσαν, ἁπλῆν, ἀδιαίρετον καὶἀπρόσιτον, δι’ ἧςἐκλυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὴν Μητέρα σου Χριστέ, τὴν ἐν σαρκὶἀσπόρως τεκοῦσάν σε, καὶ Παρθένονἀληθῶς, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, αὐτὴν σοι προσάγομεν, εἰς πρεσβείαν Δέσποτα πολυέλεε, πταισμάτων συγχώρησιν, δωρήσασθαι πάντοτε, τοῖς κραυγάζουσι. Μνήσθητι καὶἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου. 

Προκείμενον

ὁ α’χορὸς

Ἦχος δ’

Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

ὁ β’χορὸς

Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

ὁ α’χορὸς

Στίχ.Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι, ἵνα τίἐγκατέλιπές με;

Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 


Εὐαγγέλιον Ζ’

Κατὰ Ματθαῖον

Τῷ καιρῷἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται…

… ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.

ὁ α’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι


Ὁ Ν’( χύμα)

Εὐαγγέλιον Η’

Κατὰ Λουκᾶν

Τῷ καιρῷἐκείνῳ, ἤγοντο σὺν τῷἸησοῦ…

… ὁρῶσαι ταῦτα.



ὁ β’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι




Τριῴδιον

Ποίημα Κοσμᾶ Μοναχοῦ

ᾠδὴ ε’

ὁ α’χορὸς

Ἦχος πλ. β’ Ὁ Εἱρμὸς

Πρὸς σὲὀρθρίζω, τὸν δι’ εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσανταἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι Φιλάνθρωπε.

ὁ β’ χορὸς

Πρὸς σὲὀρθρίζω…

ὁ α’χορὸς

Δόξα Πατρί…

Ῥυφθέντες πόδας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, τοῦ θείου νῦν Χριστέ, σοῦ οἱὑπηρέται, ἐκ Σιὼν ἐλαιῶνος, μέγα πρὸς ὄρος συνανῆλθον,ὑμνοῦντές σε Φιλάνθρωπε.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ὁρᾶτε ἔφης, φίλοι μὴ θροεῖσθε, νῦν γὰρ ἤγγικεν ὥρα, ληφθῆναί με κτανθῆναι χερσὶν ἀνόμων, πάντες δὲ σκορπισθήσεσθε, ἐμὲ λιπόντες, οὓς συνάξω, κηρῦξαί με Φιλάνθρωπον.

ὁ α’χορὸς

Καταβασία

Πρὸς σὲὀρθρίζω, τὸν δι’ εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσανταἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.


Συναπτὴ μικράκαὶἡ Ἐκφώνησις

Σὺ γὰρ εἶὁ Βασιλεύς…

Κοντάκιον Ἦχος πλ. δ’

Τὸν δι’ ἡμᾶς Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺὑπάρχεις ὁΥἱὸς καὶ Θεός μου.

Ὁ Οἶκος

Τὸν ἴδιον Ἄρνα, ἡἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ’ ἑτέρων γυναικῶν, ταῦτα βοῶσα. Ποῦ πορεύῃ Τέκνον, τίνος χάριν, τόν ταχὺν δρόμον τελεῖς; μὴἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; Κἀκεῖ νῦν σπεύδεις, ἳν ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσῃς; συνέλθω σοι Τέκνον,ἢ μείνω σοι μᾶλλον, δὸς μοι λόγον Λόγε, μὴ σιγῶν παρέλθῃς με, ὁἁγνὴν τηρήσας με, σὺ γὰρ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου. 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Γ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγ. Μαρτύρων Τιμοθέου καὶ Μαύρας.

Στίχοι

· Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,

· Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.

· Σταυρῷ Τιμόθεος τριτάτῃ τανύθη ἅμα Μαύρᾳ.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.

Στίχοι

· Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα,

· Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου τοῦ σημειοφόρου (θαυματουργοῦ), Ἐπισκόπου Ἄργους.

Οἱ ἅγιοι εἴκοσιν ἑπτὰ μάρτυρες πυρὶ τελειοῦνται.



Τῇἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦἐπιτελοῦμεν, τοὺςἐμπτυσμούς, τὰῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι’ ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷὁμολογίαν.

Στίχοι εἰς τὴν Σταύρωσιν

·  Ζῶν εἰ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ,

·  Ὢ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.

Ἕτεροι εἰς τὸν εὐγνώμονα Λῃστὴν

·  Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας,

·  Βαλὼν ὁ Λῃστὴς κλεῖδα τό, Μνήσθητί μου.



Τῇὑπερφυεῖ καὶ περὶἡμᾶς παναπείρῳ σου εὐσπλαγχνίᾳ, Χριστὲὁ Θεός,ἐλέησον ἡμᾶς. Ἀμήν. 


ᾠδὴ η’

ὁ β’ χορὸς

ὁ εἱρμὸς

Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν, κατὰ Χριστοῦ δὲφρυαττόμενον ἄνομον συνέδριον, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ, ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.

ὁ α’χορὸς

Στήλην κακίας ἀντιθέου…

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ἀπὸ βλεφάρων Μαθηταί, νὺν ὕπνον ἔφης Χριστὲ τινάξατε, ἐν προσευχῇ δὲγρηγορεῖτε, πειρασμῷ μήπως ὂλησθε, καὶ μάλιστα Σίμων, τῷ κραταιῷ γὰρ μείζων πεῖρα, γνῶθί με Πέτρε, ὃν πᾶσα κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας. 

ὁ α’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Βέβηλον ἔπος τῶν χειλέων, οὒ ποτε προήσομαι Δέσποτα, σὺν σοὶ θανοῦμαι ὡς εὐγνώμων, κἂν οἱ πάντες ἀρνήσωνται, ἐβόησε Πέτρος, σάρξ οὐδὲ αἷμα, ὁΠατὴρ σου ἀπεκάλυψέ μοι σέ, ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.

ὁ β’ χορὸς

Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶἍγιον Πνεῦμα τὸν Κύριον.

Βάθος σοφίας θεϊκῆς, καὶ γνώσεως οὐ πᾶν ἐξηρεύνησας, ἄβυσσον δέ μου τῶν κριμάτων, οὐ κατέλαβες ἄνθρωπε, ὁ Κύριος ἔφη. Σάρξ οὖν ὑπάρχων, μὴκαυχῶ, ἀρνήσῃ τρίτον γὰρ με, ὃν πᾶσα κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.

ὁ α’χορὸς

Καὶ νῦν…

Ἀπαγορεύεις, Σίμων Πέτρε, ὅπερ πείσῃ τάχος ὡς εἴρηται, καὶ σοὶ παιδίσκη, οἷα θᾷττον προσελθοῦσα πτοήσει σε, ὁ Κύριος ἔφη, πικρῶς δακρύσας, ἓξεις ὅμως εὐΐλατόν με, ὃν πᾶσα κτίσις, εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.

ὁ β’ χορὸς

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Καταβασία

Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν, κατὰ Χριστοῦ δὲφρυαττόμενον ἄνομον συνέδριον, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ, ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

ὁ α’χορὸς

Ὁ Εἱρμὸς

Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴνἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

ὁ α’χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὀλέθριος σπεῖρα θεοστυγῶν, πονηρευομένων, θεοκτόνων συναγωγή, ἐπέστη Χριστὲ σοι, καὶὡς ἄδικον εἷλκε, τὸν Κτίστην τῶν ἁπάντων, ὃν μεγαλύνομεν. 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Νόμον ἀγνοοῦντες οἱἀσεβεῖς, φωνὰς Προφητῶν τε, μελετῶντες διακενῆς, ὡς πρόβατον εἷλκον, σὲ τὸν πάντων Δεσπότην, ἀδίκως σφαγιάσαι, ὃν μεγαλύνομεν. 

ὁ α’χορὸς

Δόξα Πατρὶ…

Τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωήν, σὺν τοῖς Γραμματεῦσιν, ἀναιρεῖσθαι οἱἹερεῖς, παρέσχον, πληγέντες, αὐτοφθόνῳ κακίᾳ τὸν φύσει Ζωοδότην, ὃν μεγαλύνομεν.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ἐκύκλωσαν κύνες ὡσεὶ πολλοί, ἐκρότησαν, Ἄναξ, σιαγόνα σὴν ῥαπισμῷ,ἠρώτων σε, σοῦ δὲ ψευδῆ κατεμαρτύρουν, καὶ πάντα ὑπομείνας, ἅπανταςἔσωσας.

ὁ α’χορὸς

Καταβασία

Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴνἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον Αὐτόμελον

ὁ α’χορὸς

Ἦχος γ’

Τὸν Λῃστὴν αὐθημερόν, τοῦ Παραδείσου ἠξίωσας Κύριε, κἀμὲ τῷ ξύλῳ τοῦΣταυροῦ, φώτισον καὶ σῶσόν με.

ὁ β’χορὸς

Τὸν Λῃστὴν αὐθημερόν, τοῦ Παραδείσου ἠξίωσας Κύριε, κἀμὲ τῷ ξύλῳ τοῦΣταυροῦ, φώτισον καὶ σῶσόν με.

ὁ α’χορὸς

Τὸν Λῃστὴν αὐθημερόν, τοῦ Παραδείσου ἠξίωσας Κύριε, κἀμὲ τῷ ξύλῳ τοῦΣταυροῦ φώτισον καὶ σῶσόν με.


Εὐαγγέλιον θ’

ΚατὰἸωάννην

Τῷ καιρῷἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ…

… ὄψονται εἰς ὃν ἐξεκέντησαν.

ὁ β’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι. 


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος γ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

ΣτιχηρὰἸδιόμελα

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ἦχος γ’

Δύο καὶ πονηρὰἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ, ἐμὲἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶὤρυξεν ἑαυτῷ φρέαρ συντετριμμένον, ἐμὲἐπὶ ξύλουἐσταύρωσε, τὸν δὲ Βαραββᾶν ᾐτήσατο, καὶἀπέλυσεν, ἐξέστη ὁ οὐρανὸς ἐπὶτούτῳ, καὶὁἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, σὺ δὲἸσραὴλ οὐκ ἐνετράπης, ἀλλὰθανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς Πάτερ ἅγιε, οὐ γὰρ οἴδασι τὶἐποίησαν. 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Δύο καὶ πονηρὰἐποίησεν…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ἦχος ὁ αὐτὸς

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι’ ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡκεφαλή, ἡὄψις τὰἐμπτύσματα, αἱ σιαγόνες τὰῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰἄρθρα τοὺς ἥλους, καὶἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶνἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

ἦχος ὁ αὐτὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοιςἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Σταυρωθέντος σου Χριστέ, πᾶσα ἡ Κτίσις βλέπουσα ἔτρεμε, τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ τοῦ κράτους σου, σοῦ γὰρ ὑψωθέντος σήμερον, γένοςἙβραίων ἀπώλετο, τοῦ Ναοῦ τὸ καταπέτασμα, διεῤῥάγη διχῶς, τὰ μνημεῖαἠνεῴχθησαν, καὶ νεκροὶἐκ τῶν τάφων ἐξανέστησαν. Ἑκατόνταρχος ἰδὼν τὸθαῦμα, ἔφριξε, παρεστῶσα δὲἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα μητρικῶς, Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνόν, ὡς κατάκριτον ἐν ξύλῳ κρεμάμενον; Ὁ σταυρωθεὶς καὶ ταφείς, καὶἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.



ὁ α’ χορός

Δόξα Πατρὶ… Ἦχος πλ. β’

Ἐξέδυσάν με τὰἱμάτιά μου, καὶἐνέδυσάν με χλαμύδα κοκκίνην, ἔθηκαν ἐπὶτὴν κεφαλήν μου, στέφανον ἐξ ἀκανθῶν, καὶἐπὶ τὴν δεξιάν μου χεῖρα,ἔδωκαν κάλαμον, ἵνα συντρίψω αὐτούς, ὡς σκεύη κεραμέως.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος ὁ αὐτὸς

Τὸν νῶτόν μου ἔδωκα εἰς μαστίγωσιν, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπεστράφηἀπὸἐμπτυσμάτων, βήματι Πιλάτου παρέστην, καὶ σταυρὸν ὑπέμεινα, διὰ τὴν τοῦ κόσμου σωτηρίαν.

Εὐαγγέλιον Ι’

Κατὰ Μάρκον

Τῷ καιρῷἐκείνῳ ἐλθὼν Ἰωσήφ…

… ἐθεώρουν ποῦ τίθεται.

ὁ β’ χορὸς

Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι. 

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ὁ δὲἹερεὺς τὴν Συναπτήν, καὶ μετὰ τὴν Ἐκφώνησιν, Ὅτι Θεὸς ἐλέους…, εὐθὺς τὸ

ΕὐαγγέλιονΙΑ‘

ΚατὰἸωάννην

ΤῷκαιρῷἐκείνῳἠρώτησετὸνΠιλᾶτον…

… ἔθηκαντὸνἸησοῦν.

ὁα’ χορὸς

ΔόξατῇμακροθυμίᾳσουΚύριε, δόξασοι


ἈπόστιχαἸδιόμελα

ὁ β’ χορὸς

Ἦχος α’

Πᾶσα ἡ Κτίσις, ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ.Ὁἥλιος ἐσκοτίζετο, καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁἑκουσίως δι’ ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι. 

ὁ α’ χορός

Στίχ. Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

Ἦχος β’

Λαὸς δυσσεβὴς καὶ παράνομος, ἵνα τὶ μελετᾷ κενά; ἵνα τὶ τὴν ζωὴν τῶνἁπάντων, θανάτῳ κατεδίκασε; Μέγα θαῦμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμου, εἰς χείρας ἀνόμων παραδίδοται, καὶἐπὶ ξύλου ἀνυψοῦται ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν ᾍδῃ δεσμώτας ἐλευθερώσῃ, κράζοντας. Μακρόθυμε Κύριε δόξα σοι. 

ὁ β’ χορὸς

Στίχ.Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν μεὄξος.

Ἦχος ὁ αὐτὸς

Σήμερον σὲ θεωροῦσα, ἡἄμεμπτος Παρθένος ἐν Σταυρῷ, Λόγε ἀναρτώμενον,ὀδυρομένη μητρῷα σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσαὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο, διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς. Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸφῶς τοῦ Κόμου! τὶἔδυς ἐξ ὀφθαλμῶν μου, ὁἈμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶτῶν Ἀσωμάτων, τρόμῳ συνείχοντο λέγουσαι. Ἀκατάληπτε Κύριε δόξα σοι. 

ὁ α’ χορός

Στίχ.Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ἦχος ὁ αὐτὸς

Ἐπὶ ξύλου βλέπουσα, κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡσὲἀσπόρως τεκοῦσα, ἐβόα, πικρῶς. Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε, ἀδίκως σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι,ὅπως ἴδω κἀγώ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἦχος πλ. δ’

Κύριε, ἀναβαίνοντός σου ἐν τῷ σταυρῶ, φόβος, καὶ τρόμος ἐπέπεσε τῇ Κτίσει, καὶ τὴν γῆν μὲν ἐκώλυες, καταπιεῖν τοὺς σταυροῦντάς σε, τῷ δὲ ᾍδῃἐπέτρεπες, ἀναπέμπειν τοὺς δεσμίους εἰς ἀναγέννησιν βροτῶν. Κριτὰ ζώντων καὶ νεκρῶν, ζωὴν ἦλθες παρασχεῖν, καὶ οὐ θάνατον, Φιλάνθρωπε δόξα σοι.

ὁ α’ χορός

Καὶ νῦν… Ἦχος ὁ αὐτὸς

Ἤδη βάπτεται κάλαμος ἀποφάσεως, παρὰ κριτῶν ἀδίκων, καὶἸησοῦς δικάζεται, καὶ κατακρίνεται σταυρῷ, καὶ πάσχει ἡ Κτίσις, ἐν σταυρῷκαθορῶσα τὸν Κύριον. Ἀλλ’ ὁ φύσει σώματος δι’ ἐμὲ πάσχων, ἀγαθὲ Κύριεδόξα σοι.


Εὐαγγέλιον ΙΒ’

Κατὰ Ματθαῖον

Τῇἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν συνήχθησαν οἱἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱμαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ,᾽Ηγέρθη ἀπὸ τῶν νεκρῶν, καὶἔσται ἡἐσχάτη πλάνη χείρων τῆς πρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος, ῎Εχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲπορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.



ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι. ( ἀργῶς) 


Εἶτα, τό, Ἀγαθὸν τὸἐξομολογεῖσθαι… Τρισάγιον Παναγία Τριάς…, Πάτερἡμῶν…, Ὅτι σοῦἐστιν…, καὶ τὸ 

Ἀπολυτίκιον 

ὁ α’ χορός

Ἦχος δ’

Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷΣταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασαςἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι. 

ὁ β’ χορός

Ἐξηγόρασας ἡμᾶς…

ὁ α’ χορός

Ἐξηγόρασας ἡμᾶς…

Ἐκτενής καὶ Ἀπόλυσις

«…῾Ο ἐμπτυσμούς καί μάστιγας καί κολαφισμούς καί Σταυρόν καί θάνατον ὑπομείνας διά τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός…».

ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ