ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


20 ΑΠΡΙΛΙΟΥ 2013

(ΕΣΠΕΡΑΣ ΤΗΣ 19ΗΣ ΑΠΡΙΛΙΟΥ)

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

ΕΝ Τῼ ΟΡΘΡῼ


ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης: Ἀμήν.

Ὁ Ἀρχιερεύς ἢ ὁ Προεστὼς: Δόξα σοι ὁ Θεός, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

ὁ Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ‘)

Δόξα Πατρὶ… Καὶ νῦν…

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρὶ… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…

ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε ἐλέησον ( ιβ’) Δόξα Πατρί..Καὶ νῦν…

Ἐμμελὴς ἀπαγγελία εἰς τὸ κλιτὸν ὕφος
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

ΨΑΛΜΟΣ Ιθ’ (19)

Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ.

Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Δῴη σοι Κύριε κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι .

Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.

Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.

Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.

Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν, καὶ ἀνωρθώθημεν.

Κύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.



ΨΑΛΜΟΣ Κ’. 20.

Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν .

Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητας, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν, καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν.

Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.

Ὅτι ὁ Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.

Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.

Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου.

Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.

Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.

Ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.

Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου · ᾄσομεν, καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Καὶ πάλιν Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.



Ἀναγνώστης: Ἀμὴν.

Τροπάρια

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα Πατρί…

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν… Θεοτοκίον

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
ὁ Ἱερεὺς:  Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

ὁ α’ χορὸς: Κύριε, ἐλέησον (γ’).
ὁ Ἱερεὺς:  Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

ὁ β’ χορὸς: Κύριε, ἐλέησον (γ’).

ὁ Ἱερεὺς:  Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

ὁ α’ χορὸς: Κύριε, ἐλέησον (γ’).

ὁ Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.

ὁ Ἀναγνώστης: Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

ὁ Ἱερεὺς: Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης: Ἀμήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ τρίτου).

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).

Ψαλμὸς γ’ ( 3 )
 Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ
 Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ
 Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου
 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὂρους ἁγίου αὐτοῦ
 Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήψεταί μου
 Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι
 Ἀνάστα, Κύριε, σῷσόν με ὁ Θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας
 Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου

Καὶ πάλιν
 Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου

Ψαλμὸς λζ’ (37)
 Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου
 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,
 οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου
 ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμὲ
 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
 ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου
 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου
 Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη
 ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ
 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
 καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
 καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς
 ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου
 ὅτι εἶπον΄ μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν
 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντὸς
 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου
 οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
 οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην.
 Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
 πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου

Καὶ πάλιν
 Μὴ ἐγκαταλίπῃς μὲ Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
 Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου

Ψαλμὸς ξβ’ (62)
 Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω
ἐδίψησέ σε ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ
 οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου
 ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε
 οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου
 ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου
 εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
 ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου
 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται
 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα

Καὶ πάλιν
 Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
 Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.

Δόξα Πατρί… Καὶ νῦν…

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Ψαλμὸς πζ’ (87)
 Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
 εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν
 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος
 ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν
 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου
 ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ’ ἐμὲ ἐπήγαγες ἐπ’ ἐμὲ
 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς
 παρεδόθην καὶ οὐκ ἐξεπορευόμην οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας
 ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
 μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;
 μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
 κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε
 ἵνα τὶ Κύριε ἀπωθῇ τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;
 πτωχὸς εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
 ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με
 ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα,
 ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Καὶ πάλιν
 Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου,
 Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

Ψαλμὸς ρβ’(102)
 Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ
 τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου τὸν ἰώμενον πάσας τὰς νόσους σου
 τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς
 τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου
 ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις
 ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ
 οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος μακρόθυμος καὶ πολυέλεος
 οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ
 οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
 ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν,
 καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν,
 καθὼς οἰκτείρει πατὴρ υἱοὺς ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν ἐμνήσθη ὅτι χοῦς ἐσμεν,
 ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει
 ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ
 τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν
 καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς
 Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει
 εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ
 εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ
 εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον

Καὶ πάλιν
 Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

Ψαλμὸς ρμβ’ (142)
 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου,
 ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου,
 ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων,
 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι,
 ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου,
 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα
 γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου,
 ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου,
 τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με,
ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καὶ πάλιν
 Εἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνη σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (δὶς).
 Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Δόξα Πατρί… Καὶ νῦν…

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Συναπτὴ μεγάλη

καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

Ἦχος πλ.δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (ἀργῶς)

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… ( ἀργῶς)

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… (συντόμως)

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…(συντόμως)

ὁ α’ χορὸς

Ἦχος πλ. δ’ Αὐτόμελον

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε! (Ἀργῶς)

ὁ β’ χορὸς

Δόξα Πατρί…

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε! (Ἀργῶς)

ὁ α’ χορὸς

Καὶ νῦν…

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε! (Συντόμως)


Καὶ εὐθὺς ὁ Ἀρχιερεὺς ἢ ὁ Ἱερεὺς τὴν Α’ Στάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Α’

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε,(ἐκ γ’) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα΄

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.

ὁ α’χορὸς

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα: Ἐκ λαγόνων ἁγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις,

χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,

χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ‘ ἧς κατέβη ὁ Θεός,

χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,

χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα,

χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.

χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῷ Ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.

ὁ β’χορὸς

Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,

χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,

χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,

χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,

χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀλληλού…

ὁ β’χορὸς

…ϊα.

ὁ α’χορὸς

Εἰς πολλά ἔτη…

ὁ β’χορὸς

…Δέσποτα.

Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.

ὁ α’ χορός

Ἦχος πλ. δ’ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ β’ χορός

ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ α’ χορός

ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε,

ὁ β’ χορός

ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ α’ χορός

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ β’ χορός

ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.


Καὶ εὐθὺς ὁ Ἱερεὺς τὴν Β’ Στάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Β’

Ἤκουσαν οἱ ποιμένες των Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον,

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,

χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,

χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,

χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.

Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,

χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, στεῤῥόν τῆς πίστεως ἔρεισμα,

χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.

Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ ᾅδης,

χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες, Ἀλληλούϊα.

ὁ β’χορὸς

Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρί τοὺς ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ,

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,

χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,

χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,

χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,

χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,

χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,

χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν. Ἀλληλούϊα.

ὁ α’χορὸς

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον΄

Χαῖρε, ἀνόρθωσις των ἀνθρώπων,

χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα,

χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,

χαῖρε, πέτρα ἡ ποτίσασα τους διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει,

χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφή τοῦ μάννα διάδοχε,

χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ Γῆ τῆς ἐπαγγελίας,

χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄῤῥητον σοφίαν, κράζων, Ἀλληλούϊα.

ὁ β’χορὸς

Ἀλληλού…

ὁ α’χορὸς

…ϊα.

Εἶτα τὸ Κοντάκιον δίχορον ἀργοσυντόμως.

Ἦχος πλ. δ’ Αὐτόμελον

ὁ β’ χορός

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ α’ χορός

ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ β’ χορός

ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε,

ὁ α’ χορός

ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ β’ χορός

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ α’ χορός

ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος… 



Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα 



KANΩΝ
Ἀκροστιχὶς

«Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη. Ἰωσήφ»

Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.

ὁ α’ χορός

ᾠδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ β’ χορός

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι, Χαῖρε χαρᾶς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾅδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

Καταβασία

ὁ α’ χορός

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,…

ὁ β’ χορός

…ταύτης τὰ θαύματα .

ὁ α’ χορός

ᾠδὴ γ’ Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

ὁ β’ χορός

Καί νῦν…

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλοὺς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

Καταβασία

ὁ α’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…



Εἶτα τὸ Κοντάκιον δίχορον συντομότερον.

ὁ α’ χορός

Ἦχος πλ. δ’ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ β’ χορός

ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ α’ χορός

ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε,

ὁ β’ χορός

ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ α’ χορός

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ β’ χορός

ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Καὶ εὐθὺς ὁ Ἱερεὺς τὴν Γ’ Στάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Γ’

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες΄

Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,

χαῖρε, τὸ στέφος της ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,

χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,

χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπτοναι πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,

χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,

χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολή τῶν γυμνῶν παῤῥησίας,

χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας΄ Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος΄ συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα΄

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,

χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,

χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ,

χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,

χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.

Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις,

χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,

χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως, Ἀλληλούϊα.

ὁ β’χορὸς

Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε΄ ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας΄ ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν΄

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,

χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,

χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταὶ,

χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,

χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,

χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι,

χαῖρε, λιμήν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος, ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀλληλούϊα.

Εἶτα τὸ Κοντάκιον δίχορον συντόμως.

ὁ β’ χορός

Ἦχος πλ. δ’ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ α’ χορός

ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ β’ χορός

ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε,

ὁ α’ χορός

ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ β’ χορός

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ α’ χορός

ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

ὁ α’ χορός

Κάθισμα Ἦχος α’ ( εἰς ἀργὸν εἱρμολογικὸν μέλος)

Τὸν τάφον σου Σωτὴρ

Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων Ἀγγέλων εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε λέγων σοι, εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον βάθος, βροτῶν ἡ ἀνάκλησις.

ὁ β’ χορός

ᾠδὴ δ’ Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

ὁ β’ χορός

Δόξα Πατρί…

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαμε, δι’ ἧς ἡμεῖς ἐθεώθημεν.

ὁ α’ χορός

Καὶ νῦν…

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

ὁ β’ χορός

Καταβασία

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.

ὁ α’ χορός

ᾠδὴ ε’ Ὁ Εἱρμὸς

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁδὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾅδου, νυμφῶν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

ὁ β’ χορός
· Ὑπεραγία θεοτόκε, σῶσον ἡμᾶς.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι, Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

ὁ β’ χορός

Καὶ νῦν…

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

ὁ α’ χορός

Καταβασία

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

β’ χορός

ᾠδὴ ς’ Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ὁ α’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῶμέν σοι, Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰδοὺ σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

Εἶτα τὸ Τετραῴδιον

Ποίημα τοῦ αὐτοῦ Ἰωσήφ, οὗ ἡ ἀκροστιχὶς

«Αὕτη ἡ ᾠδὴ τοῦ Ἰωσήφ».

Ἦχος πλ. β’ 

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοῦ βίου τὴν θάλασσαν

Ἀθλοῦντες οἱ Μάρτυρες, καὶ ὡς λίθοι ἐκλεκτοί, ἐπὶ γῆς κυλιόμενοι, οἰκοδομίαν ἅπασαν τοῦ ἐχθροῦ, τελείως κατέστρεψαν, καὶ ναοὶ Θεοῦ ἐχρημάτισαν.

ὁ α’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑμᾶς ἱκετεύομεν, τοὺς τὸν δρόμον τὸν καλόν, τετελεκότας Μάρτυρες. Τὸν τῆς Νηστείας δρόμον τρέχειν ἡμᾶς, καλῶς ἐνισχύσατε, ἀρετῶν τελειώσει διαλάμποντας.

ὁ β’ χορός

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται. Νεκρώσιμον

Τοὺς δούλους σου Δέσποτα, μεταστάντας ἀπὸ γῆς, πρὸς σὲ τὸν ὑπεράγαθον, σῆς Βασιλείας ποίησον κοινωνούς, τῶν θείων Μαρτύρων σου, ἱεραῖς μεσιτείαις πολυέλεε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ μόνη πανύμνητος, τοῖς ὑμνοῦσί σε πιστῶς, ἁμαρτημάτων ἄφεσιν, καὶ χαρισμάτων θείων διανομήν, δοθῆναι ἱκέτευε, τὸν πανάγιον Λόγον Μητροπάρθενε.

Ἕτερον Ποίημα Θεοδώρου τοῦ Στουδίτου

Ἦχος πλ. α’ 

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τοῦ κήτους τὸν Προφήτην

Τὴν μνήμην ἐκτελοῦντες τῶν Μαρτύρων, Κυρίῳ ἀναπέμψωμεν τοὺς ὕμνους, σήμερον, ἐνθέως εὐφραινόμενοι.

ὁ α’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τὰ ξίφη καὶ τὸ πῦρ μὴ πτοηθέντες, θαῤῥοῦντες ἐν τῇ πίστει Ἀθλοφόροι, τυράννους ἐν τούτῳ κατεπλήξατε.

ὁ β’ χορός

Δόξα Πατρί…

Τριάδα τοῖς προσώποις ἀνυμνῶ σε, Μονάδα κατ’ οὐσίαν προσκυνῶ σε, Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ἀγγέλων καὶ ἀνθρώπων εὐφημία ὑπάρχεις ὅτι ἔτεκες Παρθένε, Χριστὸν τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Θανάτῳ τὴν ζωὴν ἀντιλαβόντες, σκιρτᾶτε τὰ οὐράνια οἰκοῦντες Ἀθλοφόροι, ἔνδοξοι Χριστοῦ τοῦ Θεοῦ.

ὁ α’ χορός

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Θανάτου καὶ ζωῆς ὁ κυριεύων, τοὺς πίστει μεταστάντας ἐκ τοῦ βίου, Χριστέ, σὺν Ἁγίοις σου ἀνάπαυσον.

ὁ β’ χορός

Καταβασία

Ὁ Εἱρμὸς

Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω, ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων, ἀνάγαγε, Κύριε καὶ σῶσόν με.

Εἶτα τὸ Κοντάκιον δίχορον σύντομον.

ὁ α’ χορός

Ἦχος πλ. δ’ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ β’ χορός

ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ α’ χορός

ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε,

ὁ β’ χορός

ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ α’ χορός

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ β’ χορός

ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.


Καὶ εὐθὺς ὁ Ἀρχιερεὺς ἢ ὁ Ἱερεὺς τὴν Δ’ Στάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Δ’

Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας΄

Χαῖρε, ἡ στήλη τῆς παρθενίας.

χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.

χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.

χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.

χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.

χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα,

Χαῖρε, καλὴ κουροτρόφε παρθένων.

χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν, Ἀλληλούϊα.

ὁ β’χορὸς

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα΄

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου,

χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,

χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,

χαῖρε, ὅτι τὸν πολύῤῥητον, ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,

χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,

χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.

χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.

ὁ α’χορὸς

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.

χαῖρε, Ἁγία Ἁγίων μείζων,

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι.

χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.

χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,

Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.

χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια.

χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,

χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὢ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον ( ἐκ γ’), δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας΄ καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, Ἀλληλούϊα.

ὁ β’χορὸς

Ἀλληλούϊα.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε, καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα΄

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη…

ὁ β’χορὸς

…ἀνύμφευτε.

ὁ α’χορὸς

Εἰς πολλά ἔτη Δέσποτα.

Καὶ εὐθύς ὁ Ἀναγνώστης χύμα:

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.


Συναξάριον

Τῇ Κ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ.

Στίχοι
Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Εἰκάδι σός, Θεόδωρε, λίπ’ ὀστέα θυμὸς ἀγήνωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βίκτωρος, Ζωτικοῦ, Ζήνωνος, Ἀκινδύνου, Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, Θεωνᾶ καὶ Ἀντωνίνου.

Στίχοι
Σὺν Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Παλαιολαυρίτου.

Στίχοι
Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀναστασίου Ἀντιοχείας.

Στίχοι
Ἀναστάσιε, σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ζακχαίου.

Στίχοι
Οὐχὶ κατάβα, ἀλλ’ ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, ἑορτάζομεν τὸνἈκάθιστον Ὕμνον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας.

Στίχοι
· Ὑμνοις ἀΰπναις εὐχαρίστως ἡ Πόλις,
· Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνεῖ Προστάτιν.

Ταῖς τῆς σῆς ὑπερμάχου τε καὶ ἀπροσμάχου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεὸς τῶν περικειμένων καὶ ἡμᾶς ἀπάλλαξον συμφορῶν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.


ὁ α’ χορός

ᾠδὴ ζ’ Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνυμνοῦμέν σε, βοῶντες Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι’ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι. Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου ἁγνή, καὶ σῷσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.

Τοῦ Τετραῳδίου

ὁ α’ χορός

Εἱρμὸς ἄλλος

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δροσοβόλον μὲν τὴν κάμινον

Ἡ ὑπέρφωτος ὁμήγυρις τῶν θείων σου, Μαρτύρων Πολυέλεε, ἐν τῷ φωτί σου τῷ ἀδύτῳ νῦν περιπολεῖ, αὐτῶν ἱκεσίαις φωτισμόν, ἁμαρτιῶν τε ἱλασμόν, παράσχου πᾶσι Χριστέ.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡς ὡραῖος ὁ καιρὸς ὃν ἡμῖν δέδωκας, τῆς ἐγκρατείας Κύριε! ἐν ᾧ οἴκτειρον τὰς ψυχὰς ἡμῶν ὡς ἀγαθός, εὐχαῖς τῶν ἁγίων Ἀθλητῶν, τῶν τὰ ὡραῖα καὶ σεπτά, στερξάντων Πάθη σου.

ὁ α’ χορός

Νεκρώσιμον

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται.

Διελθόντας πολυώδυνον κλυδώνιον, τοῦ βίου τοὺς ἱκέτας σου, ἐγκαθόρμισον, εἰς λιμένα Δέσποτα ζωῆς, βοᾶν μετὰ πάντων ἐκλεκτῶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ τοῦ νόμου τὸν δοτῆρα Ἀειπάρθενε, κυήσασα ἱκέτευε, τὰς ἀνομίας ὑπεξάραι πάσας ἐν καιρῷ, τῷ νῦν ἐνεστῶτι τοῖς καλῶς, προαιρουμένοις ἐξασκεῖν, θείας Νηστείας σπουδήν.

Ἕτερος Εἱρμὸς

ὁ α’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εὐλογητὸς εἶ ὁ Θεὸς

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δείξας γενναίους, ὑπὲρ σοῦ ἀθλοῦντας τοὺς Μάρτυρας, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τοὺς Ἀθλοφόρους, πρέσβεις ἡμῖν εἰς σὲ παρασχόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ α’ χορός

Δόξα Πατρί…

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ εἷς μὲν τῇ φύσει, προσώποις δὲ τρισὶ γνωριζόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τεχθεὶς ἀσπόρως, καὶ τὴν Τεκοῦσαν δείξας ἁγνεύουσαν, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ α’ χορός

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ θήρας φιμώσας, καὶ σβέσας πῦρ εἰς δόξαν τῶν Ἁγίων σου, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ ἀπὸ θανάτου, εἰς ἄπειρον ζωὴν μεταθέμενος, τοὺς πίστει σοι ἐν βίῳ λειτουργήσαντας.

ὁ α’ χορός

Καταβασία

Ὁ Εἱρμὸς

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

ᾠδὴ η’ Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος. Νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νηδὺϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ, ᾧ ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται, ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι’ ἧς ἀπὸ γῆς εἰς ὕψος ᾔρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Τετραῳδίου

ὁ β’ χορός

Εἱρμὸς ἄλλος

Ἐκ φλογὸς τοῖς ὁσίοις

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, ἐπουράνιοι Νόες ὑπερεθαύμασαν, τούτων προσευχαῖς, τὰ ἐλέη σου Δέσποτα, ἐν ἡμῖν πλουσίως, θαυμάστωσον οἰκτίρμον.

ὁ α’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ τὸ πῦρ θείᾳ δρόσῳ καταπατήσαντες, Ἀθληταὶ τοῦ Κυρίου ἀξιοθαύμαστοι, ῥύσατε ἡμᾶς, τοῦ πυρὸς τοῦ κολάζοντος, ταῖς πρὸς τὸν Δεσπότην, θερμαῖς ὑμῶν πρεσβείαις.

ὁ β’ χορός

Νεκρώσιμον

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται.

Ὑπεράγαθε Λόγε τοὺς ἐκδημήσαντας, ἐξ ἡμῶν Ὀρθοδόξους ζωῆς ἀξίωσον, τῆς ἐν οὐρανῷ, καὶ ἁγίας λαμπρότητος, ταῖς τῶν καλλινίκων, Μαρτύρων ἱκεσίαις.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἱκεσίαις Οἰκτίρμον τῆς κυησάσης σε, καὶ ἁγίων Μαρτύρων καὶ Ἀποστόλων σου, φώτισον ἡμῶν, τὰς ψυχὰς τοῦ δοξάζειν σε, ἐν ἀγαλλιάσει, ψυχῆς εἰς τοὺς αἰῶνας.

Εἱρμὸς ἕτερος

ὁ β’ χορός

Τὴν ποιητὴν τῆς Κτίσεως

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χοροὶ Μαρτύρων ἅγιοι, μνήσθητε τῶν πόθῳ ἀνυμνούντων ὑμᾶς, καὶ ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ξίφει τυμπανιζόμενοι, ἔχαιρον οἱ Μάρτυρες, ὑμνοῦντες Χριστόν, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα τὸν Κύριον.

Ξενοπρεπῶς μερίζεται, ἡ Τριάς, καὶ μένει ἀμερὴς ὡς Θεός, ἣν ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Παρθένος βρέφος τέτοκε, Θεὸς γὰρ ἐκ ταύτης ἐνηνθρώπησε. Πᾶσα σάρξ ὑμνείτω, αὐτὸν εἰς τοὺς αἰῶνας.

ὁ β’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στῆλαι ἀνδρείας ὤφθησαν, πτῶσιν διαβόλου θριαμβεύοντες, οἱ Μάρτυρες ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὸν Ἀβραὰμ κολπώσασθαι, ἀξίωσον Κύριε τοὺς δούλους σου, πίστει μεταστάντας, πρὸς σὲ καὶ τῇ ἐλπίδι.

Καταβασία

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ὁ α’ χορός

ᾠδὴ θ’ Ὁ Εἱρμὸς

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις, ὅθεν βοῶμέν σοι. Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν. Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

ὁ α’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

ὁ β’ χορός
· Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Τοῦ Τετραῳδίου

ὁ α’ χορός 

Εἱρμὸς ἄλλος

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θεὸν ἀνθρώποις

Ὡς φῶς ὡς ἥλιος ἀνατείλαντες, πᾶσαν τὴν γῆν ἀκτῖσιν εὐσεβείας οἱ Μάρτυρες, καὶ λαμπάσι θαυμάτων ἐφώτισαν, καὶ τῆς πολυθεΐας σκότος ἠφάνισαν, ὧν ταῖς ἱκεσίαις ὁ Θεός, ἡμᾶς ἐλέησον.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στρατὸς Μαρτύρων ἀκαταγώνιστος, πάντας ἡμᾶς ἐνίσχυσον καλῶς ἀγωνίσασθαι, καὶ τελέσαι Νηστείας τὸ στάδιον, ὅπως ἐνθέου βίου, ἔργα τελέσαντες, μέτοχοι γενώμεθα ζωῆς, ἀγαλλιώμενοι.

ὁ α’ χορός 

Νεκρώσιμον

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται.

Ἡ σὴ φθασάτω χρηστότης Κύριε, τοὺς ἐξ ἡμῶν φρικώδει μεταστάντας κελεύσει σου, κυκλωσάτω αὐτοὺς σοῦ τὸ ἔλεος, καὶ καθοδηγησάτω, πρὸς τὰ σκηνώματα, τὰ καταυγαζόμενα φωτί, τῷ τοῦ προσώπου σου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φωνῇ Ἀγγέλου βουλῆς τὸν Ἄγγελον, τῆς τοῦ Πατρὸς ἀῤῥήτως Θεοτόκε ἐκύησας. Τὰς φωνὰς οὖν τῶν δούλων σου πρόσδεξαι, ἃς ἐν τῷ τῆς Νηστείας χρόνῳ προσάγομεν, καὶ ταύτας προσάγαγε Θεῷ ὥσπερ θυμίαμα.

ὁ α’ χορός 

Εἱρμὸς ἕτερος

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡσαΐα χόρευε

Τελοῦντες πανήγυριν, Μαρτυρικήν, σήμερον λαοί, σκιρτήσωμεν ἐν ᾠδαῖς, μέλποντες Χριστῷ, τῷ ἀθλοθετήσαντι, καὶ τὰς νίκας, κατὰ τῶν ἐχθρῶν, τούτοις παρέχοντι, ὃν ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὄνυξι ξεόμενοι, καὶ τμηθέντες, ξίφει μεληδόν, συνήφθητε τῷ Χριστῷ, ἀγαπητικῶς, πανεύφημοι Μάρτυρες, διὸ καὶ νῦν, ἐν τοῖς Οὐρανοῖς, ἀγαλλιώμενοι, ὑπὲρ πάντων ἱκετεύσατε.

ὁ α’ χορός 

Δόξα Πατρί…

Ὁμοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς, Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ, ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε, καὶ γὰρ Θεός, ἐστὶν ὁ τεχθείς, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

ὁ α’ χορός 

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Τὸ γενναῖον στράτευμα, τοῦ Ἀνακτος, πάντων καὶ Θεοῦ, τοὺς Μάρτυρας ἐν ᾠδαῖς, στέψωμεν λαοί, αὐτοὶ γὰρ ἐνίκησαν, δαιμονικὰς φάλαγγας σαφῶς, οὓς ἀναμέλποντες, τὸν Δεσπότην μεγαλύνομεν.

ὁ β’ χορός 

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Ὅτε πᾶν τὸ πλάσμα σου, ἀναστήσῃς κρίνεσθαι Χριστέ, οὓς προσελάβου καὶ νῦν, δούλους σου πιστούς, ἐλέησον σύγγνωθι, τὰ ἐν βίῳ, πταίσματα αὐτῶν, καὶ σὺν Ἁγίοις σου, ἀναπαύων εἰς αἰῶνας αὐτούς.

ὁ α’ χορός 

Καταβασία 

Ὁ Εἱρμὸς

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε, καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

Ἐξαποστειλάρια

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε

Τὸ ἀπ’ αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, δι’ εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθ’ οὗ βοήσωμεν πάντες. Χαῖρε ἡ Μήτηρ Κυρίου.

ὁ β’ χορός

Τὸ ἀπ’ αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, δι’ εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθ’ οὗ βοήσωμεν πάντες. Χαῖρε ἡ Μήτηρ Κυρίου.


ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι, Παναγία, τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κεκρυμμένον μυστήριον,…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Φωτοφόρον παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄχραντος τῆς θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον, τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρῴην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται, καὶ βοήσει σοι, Χαῖρε κατάρας λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε, τοῦ ἡλίου νεφέλη, ὑποδέχου, τὸν Ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος δ’

ὁ β’ χορός

Καὶ νῦν…

ὁ α’ χορός

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος, ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα, ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι, ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι,…

ὁ β’ χορός

…καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.


Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός
· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός
· Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός
· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός
· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός
· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός
· Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός
· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός
· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός
· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός
· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός
· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός
· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός
· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός
· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός
· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός
· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός
· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον 

Ἦχος πλ.δ’

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!



Ἐκτενὴς καὶ Ἀπόλυσις



Διὰ τούς τελοῦντας Ἀγρυπνίαν παραθέτομεν ἐνταῦθα τὰ τῆς Θείας Λειτουργίας



ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς δ’ἐκ τῆς γ’ ᾨδῆς καὶ δ’ἐκ τῆς Ϛ’ ᾨδῆς τοῦ Κανόνος τῆς Θεοτόκου.

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΤΥΠΙΚΩΝ

ΣΤΑΣΙΣ Α’ 

ΨΑΛΜΟΣ ΡΒ’ (102)

Ἦχος πλ.δ’

ὁ α’ χορός

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, Εὐλογητὸς εἶ, Κύριε.
· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

ὁ β’ χορός
· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

ὁ α’ χορός
· Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.

ὁ β’ χορός
· Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

ὁ α’ χορός
· Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

ὁ β’ χορός
· Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

ὁ α’ χορός
· Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.

ὁ β’ χορός
· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.

ὁ α’ χορός
· Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.

ὁ β’ χορός
· Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.

ὁ α’ χορός
· Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

ὁ β’ χορός
· Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.

ὁ α’ χορός
· Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

ὁ β’ χορός
· Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

ὁ α’ χορός
· Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.

ὁ β’ χορός
· Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.

ὁ α’ χορός
· Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

ὁ β’ χορός
· Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.

ὁ α’ χορός
· Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.

ὁ β’ χορός
· Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

ὁ α’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

ὁ β’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

ὁ α’ χορός
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλογητὸς εἶ, Κύριε.

ΣΤΑΣΙΣ Β’

ΨΑΛΜΟΣ ΡΜΕ’ (I45)

Ἦχος β’

ὁ β’ χορός

Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι.
· Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

ὁ α’ χορός
· Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.

ὁ β’ χορός
· Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.

ὁ α’ χορός
· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.

ὁ β’ χορός
· Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

ὁ α’ χορός
· Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.

ὁ β’ χορός
· Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.

ὁ α’ χορός
· Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.

ὁ β’ χορός
· Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.

ὁ α’ χορός
· Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεὸς σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ΣΤΑΣΙΣ Γ’

ΜΑΚΑΡΙΣΜΟΙ

Ἦχος δ’

ὁ α’ χορός
· Ἐν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

ὁ β’ χορός
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

ὁ α’ χορός
· Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

ὁ β’ χορός
· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

ὁ α’ χορός

ᾠδὴ γ’ Ὁ Εἱρμὸς

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Τοὺς σοὺς ὑμνολόγους

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

ὁ β’ χορός

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

ὁ α’ χορός

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

ὁ β’ χορός

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλοὺς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

ὁ α’ χορός

ᾠδὴ ς’ Ὁ Εἱρμὸς

Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Τὴν θείαν ταύτην

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

ὁ β’ χορός

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῶμέν σοι, Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

ὁ α’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἰδοὺ σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον Ἦχος πλ.δ‘

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

ὁ β’ χορός 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος πλ.δ‘ 

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.


Τρισάγιον


᾽Απόστολος

Προκείμενον ἦχος γ’

ᾠδὴ τῆς Θεοτόκου

Μεγαλύνει ἡ ψυχή μου, τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

(Κεφ. Θ´ 1- 7)

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾽Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ἀλληλούϊα (γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Α´ 39-49, 56).

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ γυνὴ δὲ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δὲ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

ᾠδὴ θ’, ἦχος δ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.


ὁ β’ χορός

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

Ἀπόλυσις

ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ