ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF

27 ΑΠΡΙΛΙΟΥ 2013
Σάββατον πρὸ τῶν Βαΐων

Τοῦ Ἁγίου καὶ δικαίου Λαζάρου τοῦ τετραημέρου. Συμεὼν ἐπισκόπου ᾿Ιεροσολύμων, συγγενοῦς τοῦ Κυρίου, ἱερομάρτυρος (†107).



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

Ἦχος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυν άμην αὐτούς.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καίἐστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Τὴν κοινὴν Ἀνάστασιν,…

ὁ α’ χορός

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος… 

Κάθισμα

ὁ α’ χορὸς 

Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Κατοικτείρας τῆς Μάρθας, καὶ Μαρίας τὰ δάκρυα, ἐκκυλίσαι τὸν λίθον, ἐκ τοῦ τάφου προσέταξας, Χριστὲ ὁ Θεός, ἀνέστησας φωνήσας τὸν νεκρόν, τὴν τοῦ Κόσμου ζωοδότα, δι’ αὐτοῦ πιστούμενος Ἀνάστασιν, Δόξα τῇ δυναστείᾳ σου Σωτήρ, δόξα τῇ ἐξουσίᾳ σου, δόξα τῷ διὰ λόγου πάντα συστησαμένῳ.

ὁ β’ χορὸς 

Δόξα Πατρὶ… Καὶ νῦν… τὸ αὐτὸ

Κατοικτείρας τῆς Μάρθας,…


Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α’

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲΣωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶἐξ ᾅδου πάνταςἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁἀστράπτων ἐν τῷ τάφῳἌγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁΣωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁἌγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴνἈνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο.Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε;ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸἍγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ,ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁἐκ σοῦ σαρκωθείς Θεὸς καὶἄνθρωπος.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.

ὁ β’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι ηὐλόγηταί σου…

Κάθισμα

ὁ α’ χορὸς 

Ἦχος πλ. α’ – Τὸν συνάναρχον Λόγον

Ἡ πηγὴ τῆς σοφίας, καὶ τῆς προγνώσεως, τοὺς περὶ Μάρθαν ἠρώτας, ἐν Βηθανίᾳ παρών, Ποῦ τεθήκατε, βοῶν, φίλον τὸν Λάζαρον, ὃν δακρύσας συμπαθῶς, τετραήμερον νεκρόν, ἀνέστησας τῇ φωνῇ σου, Φιλάνθρωπε καὶ Οἰκτίρμον, ὡς ζωοδότης καὶ Κύριος.

ὁβ’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν… τὸ αὐτὸ

Ἡ πηγὴ τῆς σοφίας,…

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνονἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σουἈνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦἄλλον οὐκ οἴδαμεν, τὸὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦΧριστοῦἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰἐν ὅλῳ τῷ κόσμῳ. Διὰπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ὁ Ν’ ψαλμὸς χύμα 

KANΩΝ

ὁα’ χορός 

ᾠδὴ α’ Ἦχος πλ. δ’

ᾌσωμεν τῷ Κυρίῳ τῷ διαγαγόντι τὸν λαόν αὐτοῦ, ἐν ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁβ’ χορός 

ᾌσωμεν τῷ Κυρίῳ…

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Λάζαρον τεθνεῶτα, νεύματι τῷ θείῳ ἐξανέστησας, πλαστουργὸς ὡς ὑπάρχων, καὶ ζωῆς ταμιοῦχος Φιλάνθρωπε.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Λόγῳ τὸν τεταρταῖον, Λάζαρον ἀνέστησας Ἀθάνατε, σκοτεινόμορφον ᾍδου, διαλύσας ἰσχὺϊ βασίλειον.

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Πᾶσι τῆς ὑπερθέου, γνώρισμα θεότητος, ὑπέδειξας, ἐκ τῶν νεκρῶν ἐγείρας, τετραήμερον Λάζαρον Δέσποτα. 

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σήμερον Βηθανία, προανακηρύττει τὴν Ἀνάστασιν, Χριστοῦ τοῦ ζωοδότου, τῇ ἐγέρσει Λαζάρου χορεύουσα.

Ἕτερος Κανὼν

ᾠδὴ α’ Ἦχος πλ. δ’ – Ὑγρὰν διοδεύσας

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ὁ πρὶν ἐκ μὴ ὄντων παραγαγών, τὴν σύμπασαν Κτίσιν, καὶ γινώσκων τῶν καρδιῶν, ταμεῖα προλέγεις ὡς Δεσπότης, τοῖς Μαθηταῖς τοῦ Λαζάρου τὴν κοίμησιν.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὸν ἄνθρωπον φύσει οὐσιωθείς, Χριστὲ ἐκ Παρθένου, τοῦ Λαζάρου σὺ τὴν ταφήν, μαθεῖν ἐπηρώτας ὡς ἄνθρωπος, οὐκ ἀγνοῶν ὡς Θεὸς ὅπου ἔκειτο.

ὁα’ χορός 

Δόξα Πατρὶ…

Πιστούμενος Λόγε τὴν σεαυτοῦ, Ἀνάστασιν ὄντως, ὡς, ἐξ ὕπνου τὸν προσφιλῆ, ἀνέστησας ἤδη ὀδωδότα, τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνήματος.

ὁβ’ χορός 

Καὶ νῦν…Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

ὁα’ χορός 

ᾠδὴ γ’ – Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

ὁβ’ χορός 

Σὺ εἶ τὸ στερέωμα,…

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Δύο προβαλλόμενος, τὰς ἐνεργείας σου ἔδειξας, τῶν οὐσιῶν, Σῶτερ τὴν διπλόην, Θεὸς γὰρ εἶ καὶ ἄνθρωπος.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ἄβυσσος ὢν γνώσεως, σὺ ἐρωτᾷς ποῦ τέθειται, ὁ τεθνεώς, μέλλων ἀναστήσειν, Ζωοδότα τὸν κείμενον.

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι. 

Τόπους ἀμειβόμενος, ὡς γεγονὼς βροτὸς πέφηνας, περιγραπτός, ὁ πληρῶν τὰ πάντα, ὡς Θεὸς ἀπερίγραπτος.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι. 

Λάζαρον ἐξήγειρας, τῷ θεϊκῷ Χριστὲ ῥήματι, κἀμὲ πολλοῖς, πταίσμασι θανέντα, ἐξανάστησον δέομαι.

Εἱρμὸς ἄλλος

ὁα’ χορός 

Οὐρανίας ἁψῖδος 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ἐπιστὰς σὺ τῷ τάφῳ, θαυματουργὲ Κύριε, ἐν τῇ Βηθανίᾳ, Λαζάρου, τοῦτον ἐδάκρυσας, νόμῳ τῆς φύσεως, πιστοποιῶν σου τὴν σάρκα, Ἰησοῦ ὁ Θεός μου, ἣν περ προσείληφας.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τῆς Μαρίας τὸ πένθος, σὺ παρευθὺς ἔπαυσας, Σῶτερ, καὶ τῆς Μάρθας, δεικνύων τὸ αὐτεξούσιον, σὺ γὰρ ἀνάστασις, καὶ σὺ ζωὴ ὥσπερ ἔφης, ἀληθείᾳ πέλεις γάρ, καὶ πάντων Κύριος.

ὁα’ χορός 

Δόξα Πατρὶ…

Εἰλημμένον κειρίαις, τὸν προσφιλῆ Κύριε, ᾍδου ἐκ νεκάδων, καὶ ζόφου τοῦτον ἀφήρπασας, σὺ ἐν τῷ λόγῳ σου, τῷ πανσθενεῖ τοῦ θανάτου, διαῤῥήξας κλεῖθρά τε, καὶ τὰ βασίλεια.

ὁβ’ χορός 

Καὶ νῦν… Θεοτοκίον

Ἐνοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε.


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὺ εἶὁ Θεὸς ἡμῶν,…

ὁβ’ χορός 

Κάθισμα Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ

Συμπαρέστησαν Χριστῷ, αἱ τοῦ Λαζάρου ἀδελφαί, καὶ δακρύουσαι πικρῶς, καὶ ὀλολύζουσαι αὐτῷ, ἔφησαν, Κύριε, τέθνηκε Λάζαρος, αὐτὸς δὲ ὡς Θεός, οὐκ ἀγνοῶν τὴν ταφήν, ἠρώτα πρὸς αὐτάς. Ποῦ τεθήκατε; καὶ προσελθὼν τῷ τάφῳ προσεφώνει, τὸν τετραήμερον Λάζαρον, ὁ δὲ ἀνέστη, καὶ προσεκύνει, τὸν αὐτὸν ἀναστήσαντα.

ὁα’ χορός 

Δόξα Πατρὶ… Καὶ νῦν…Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον

Προγινώσκων τὰ πάντα ὡς ποιητής, ἐν Βηθανίᾳ προεῖπας τοῖς Μαθηταῖς, ὁ φίλος ἡμῶν Λάζαρος, κεκοίμηται σήμερον, καὶ εἰδὼς ἠρώτας, φησί, ποῦ τεθήκατε; καὶ τῷ Πατρὶ προσηύξω, δακρύσας ὡς ἄνθρωπος, ὅθεν καὶ φωνήσας, ὃν ἐφίλεις ἐξ ᾍδου, ἀνέστησας Κύριε, τετραήμερον Λάζαρον. Διὰ τοῦτο βοῶμέν σοι΄ Πρόσδεξαι Χριστὲ ὁ Θεός, τῶν τολμώντων προσφέρειν τὴν αἴνεσιν, καὶ καταξίωσον πάντας τῆς δόξης σου.

ᾠδὴ δ’ Ὁ Εἱρμὸς

ὁβ’ χορός 

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

ὁα’ χορός 

Εἰσακήκοα Κύριε,… 



ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Οὐ συμμάχου δεόμενος, ἀλλ’ οἰκονομίαν τελῶν ἀπόρρητον, προσευχόμενος ἀνέστησας, νεκρὸν τετραήμερον Παντοδύναμε.

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ὁ Πατρὶ συναΐδιος, Λόγος καὶ Θεὸς τὸ πρὶν καθορώμενος, νῦν ὡς ἄνθρωπος προσεύχεται, προσευχὰς ὁ πάντων προσδεχόμενος.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ἡ φωνή σου κατέλυσε, Σῶτερ τοῦ θανάτου πᾶσαν τὴν δύναμιν, τὰ θεμέλια τοῦ ᾍδου δέ, θεϊκῇ δυνάμει διεκλόνησε.

ὁα’ χορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν Παρθένον ὑμνήσωμεν, ὡς μετὰ τὸν τόκον παρθένον μείνασαν, καὶ κυήσασαν Χριστὸν τὸν Θεόν, τὸν ἐκ πλάνης Κόσμον λυτρωσάμενον.

Εἱρμὸς ἄλλος

ὁβ’ χορός 

Σύ μου ἰσχύς, Κύριε

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σὺ ὡς ποιμήν, ἥρπασας Σῶτερ τὸν ἄνθρωπον, τὸν φθαρέντα, ἤδη τετραήμερον, δημιουργέ, λύκου ἐκ δεινοῦ, ὄντως καὶ παμφάγου, ὡς δυνατός τε καὶ Κύριος, ἐν τούτῳ, προδεικνύων, τὴν παγκόσμιον δόξαν, τῆς σῆς νῦν τριημέρου Ἐγέρσεως.

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σὲ τὴν ζωήν, βλέπουσαι αἱ περὶ Μάρθαν Χριστέ, ἀνεβόων. Εἰ ᾖς ὧδε Κύριε, ὁ φωτισμός, πάντων καὶ ζωή, ὅλως οὐ τεθνήκει, νεκρὸς οὐκ ὤφθη ὁ Λάζαρος, ζωὴ δὲ τῶν θανέντων, σύ, φιλάνθρωπε πέλων, εἰς χαρὰν μετατρέπεις τὸ πένθος αὐτῶν.

ὁβ’ χορός 

Δόξα Πατρί…

Σὲ τὴν πηγήν, φρίττουσι Κύριε ἄβυσσοι, σοὶ δουλεύει, ἡ ὑγρὰ ἡ σύμπασα, σὲ πυλωροί, τρέμουσι Χριστέ, ᾍδου δὲ τὰ κλεῖθρα, τῷ κράτει σου διαλύονται, Λαζάρου ἀναστάντος, ἐκ νεκρῶν τῇ φωνῇ σου, παντοδύναμε Σῶτερ φιλάνθρωπε.

ὁα’ χορός 

Καὶ νῦν…Θεοτοκίον 

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἵόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ,…

ὁβ’ χορός 

…Θεοτόκον ἁγνήν σε γινώσκοντας.



ᾠδὴ ε’

ὁα’ χορός 

Ὁ Εἱρμὸς

Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. 

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ἐπιστὰς τῷ Λαζάρου, μνήματι φιλάνθρωπε, τοῦτον ἐκάλεσας, καὶ ζωὴν παρέσχες, ὡς ζωὴν χρηματίζων ἀθάνατος, τῶν βροτῶν ἁπάντων, οἵα Θεός, τὴν ἐσομένην, προθεσπίζων προδήλως Ἀνάστασιν.

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Δεδεμένος τοὺς πόδας, Λάζαρος ἐβάδιζε, θαῦμα ἐν θαύμασι! καὶ γὰρ μείζων ὤφθη, τοῦ κωλύοντος ὁ ἐνισχύων Χριστός, οὗ τῷ λόγῳ πάντα, δουλοπρεπῶς ὑπηρετοῦσιν, ὡς Θεῷ καὶ Δεσπότῃ δουλεύοντα.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ὁ νεκρὸν ὀδωδότα, Λάζαρον ἐγείρας Χριστὲ τετραήμερον, ἐξανάστησόν με, νεκρωθέντα νῦν ἁμαρτήμασι, καὶ τεθέντα λάκκῳ, καὶ σκοτεινῇ σκιᾷ θανάτου, ἀλλὰ ῥῦσαι, καὶ σῶσον ὡς εὔσπλαγχνος.

Εἱρμὸς Ὁ αὐτὸς

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τῷ Πατρὶ νέμων δόξαν, ὥσπερ οὐκ ἀντίθεος, ᾖσθα εὐχόμενος, τὸν περιεστῶτα, σὺ πιστούμενος ὄχλον Μακρόθυμε, τὴν εὐχαριστίαν, τῷ σῷ Πατρὶ προσαναφέρων, τῇ κελεύσει ἐγείρων τὸν Λάζαρον.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ὢ φωνὴς θεοφθόγγου, θείας τε δυνάμεως, Σῶτερ τοῦ κράτους σου! δι’ ἧς ᾍδου πύλας, τοῦ παμφάγου θανάτου συνέτριψας, ἀλλ’ ἐξάρπασόν με, ὥσπερ τὸν πρὶν ἐκ τῶν παθῶν μου, τετραήμερον φίλον σου Λάζαρον.

ὁα’ χορός 

Δόξα Πατρὶ…

Ἱκεσίαις Λαζάρου, Μάρθας καὶ Μαρίας τε, ἡμᾶς ἀξίωσον, θεατὰς γενέσθαι, τοῦ Σταυροῦ καὶ τοῦ Πάθους σου Κύριε, καὶ τῆς λαμπροφόρου, τῶν ἡμερῶν καὶ βασιλίδος, Ἀναστάσεως τῆς σῆς φιλάνθρωπε.

ὁβ’ χορός 

Καὶ νῦν…Θεοτοκίον 

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου, κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην,…

ὁα’ χορός 

…ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.



Ἐντεῦθεν ἀρχόμεθα τῶν Τετραῳδίων,



Τετραῴδιον

Ποίημα τοῦ αὐτοῦ Κοσμᾶ

ᾠδὴ ς’ 

ὁβ’ χορός 

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς

Τὸν Ἰωνᾶν, ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον.

ὁα’ χορός 

Τὸν Ἰωνᾶν, ἐν τῷ κήτει Κύριε,… 

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀγάπη σε, εἰς Βηθανίαν Κύριε, ἀπήγαγε πρὸς Λάζαρον, καὶ τοῦτον ἤδη ὀδωδότα, ἀνέστησας ὡς Θεός, καὶ ἐκ δεσμῶν, τοῦ ᾍδου διέσωσας.

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἡ Μάρθα μέν, ἀπεγνώκει Λάζαρον, ὡς ἤδη τετραήμερον, Χριστὸς δὲ τὸν διαφθαρέντα, ἀνέστησεν ὡς Θεός, καὶ εἰς ζωὴν μετήγαγε ῥήματι.

Ἕτερον Ποίημα Ἰωάννου Μοναχοῦ

Ἱλάσθητί μοι Σωτὴρ

ὁβ’ χορός 

Δόξα Πατρὶ…

Θεὸς ὢν ἀληθινός, Λαζάρου ἔγνως τὴν κοίμησιν, καὶ ταύτην τοῖς Μαθηταῖς, τοῖς σοῖς προηγόρευσας, πιστούμενος Δέσποτα, τῆς θεότητός σου, τὴν ἀόριστον ἐνέργειαν.

ὁα’ χορός 

Καὶ νῦν…

Τῇ σαρκὶ περιγραπτός, ὑπάρχων ὁ ἀπερίγραπτος, εἰς Βηθανίαν ἐλθών, ὡς ἄνθρωπος Δέσποτα, δακρύεις τὸν Λάζαρον, ὡς Θεὸς δὲ θέλων, ἀνιστᾷς τὸν τετραήμερον.


Συναπτὴ μικράκαὶἡ Ἐκφώνησις

Σὺ γὰρ εἶὁ Βασιλεύς…

Κοντάκιον Ἦχος β’

Τὰ ἄνω ζητῶν

Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

Ὁ Οἶκος

Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων; Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται, τούτοις προλέγων καὶ ἐκδιδάσκων, ὅτι πάντα γινώσκεις ὡς Κτίστης πάντων, ἄγωμεν οὖν πορευθῶμεν, καὶ ἴδωμεν ξένην ταφήν, καὶ θρῆνον τὸν τῆς Μαρίας, καὶ τὸν τάφον Λαζάρου ὀψώμεθα, ἐκεῖ γὰρ μέλλω θαυματουργεῖν, ἐκτελῶν τοῦ Σταυροῦ τὰ προοίμια, καὶ πᾶσι παρέχων θείαν ἄφεσιν.

Συναξάριον

Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.

Στίχοι

· Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ,

· Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου.

· Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν.

Στίχοι

· Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ,

· Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος.

Στίχοι

· Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις,

· ‘Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος.

Στίχοι

· Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων,

· Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς συρόμενος τελειοῦται.

Στίχοι

· Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων,

· Κόνιν φύρεσθαι τὴν ἀπ’ αὐτοῦ δοὺς κόνιν.



Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου.

Στίχοι

· · Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.

· · Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.



Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος πλ. δ’

ᾠδὴ α’ 

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα. Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορός

ᾠδὴ γ’

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα,…

ὁ α’ χορός

…μόνε φιλάνθρωπε.

ὁ β’ χορός

ᾨδὴ δ’

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος, διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ὁ α’ χορός

ᾠδὴ ε’ 

Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. 

ὁ β’ χορός

ᾠδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου. 

ὁ α’ χορός

ᾠδὴ ζ’

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

ὁ β’ χορός
ᾠδὴ η’

Στίχ.Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται



ᾠδὴ θ’ Ἦχος πλ. δ’.Ὁ Εἱρμὸς

ὁα’ χορός 

Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ θεῖον πῦρ ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.

ὁβ’ χορός 

Τὴν ἁγνὴν ἐνδόξως… 

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Οἱ λαοὶ ἰδόντες βαδίζοντα, νεκρὸν τεταρταῖον, ἐκπλαγέντες τῷ θαύματι, ἀνεβόων τῷ Λυτρωτῇ, Θεόν σε ἐν ὕμνοις μεγαλύνομεν.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Προπιστῶν τὴν ἔνδοξον Ἔγερσιν, τὴν σὴν ὢ Σωτήρ μου, νεκρὸν τετραήμερον, ἐκ τοῦ ᾍδου ἐλευθεροῖς, τὸν Λάζαρον, ἐν ὕμνοις μεγαλύνω σε.

Ἄλλος

ὁα’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Κυρίως Θεοτόκον

Τιμῶν σου τὸν Πατέρα, καὶ ἀποδεικνύων, ὡς οὐκ ἀντίθεος ᾖσθα, προσεύχῃ Χριστέ, αὐτεξουσίως ἐγείρας τὸν τετραήμερον.

ὁβ’ χορός 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἐκ τάφου τεταρταῖον, Λάζαρον ἐγείρας, τῆς τριημέρου Χριστέ μου. Ἐγέρσεως, παναληθέστατον πᾶσι, δεικνύεις μάρτυρα.

ὁα’ χορός 

Δόξα Πατρί… 

Βαδίζεις καὶ δακρύεις, φθέγγῃ τε Σωτήρ μου. Τὴν ἀνθρωπίνην δεικνύς σου ἐνέργειαν, τὴν θεϊκὴν δὲ μηνύων, ἐγείρεις Λάζαρον. 

ὁβ’ χορός 

Καὶ νῦν…

Ἐνήργησας ἀφράστως, Δέσποτα Σωτήρ μου, καθ’ ἑκατέρων τῶν δύο σου φύσεων, αὐτεξουσίῳ θελήσει, τὴν σωτηρίαν μου.

Καταβασία

ὁ α’ χορός

ᾠδὴθ’.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις Χορείαις, σὲ μεγαλύνοντες.


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια

ὁ α’ χορός
Ἦχος β’

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορὸς

Ἦχος γ’

Ἐπεσκέψατο ἡμᾶς

Λόγῳ σου Λόγε τοῦ Θεοῦ, Λάζαρος νῦν ἐξάλλεται, πρὸς βίον παλινδρομήσας, καὶ μετὰ κλάδων οἱ λαοί, σὲ Κραταιὲ γεραίρουσιν, ὅτι εἰς τέλος ὀλέσεις, τὸν ᾍδην θανάτῳ σου.

ὁ β’ χορός

Λόγῳ σου Λόγε τοῦ Θεοῦ,…

ὁ α’ χορὸς

Ἕτερον, ὅμοιον

Διὰ Λαζάρου σε Χριστός, ἤδη σκυλεύει θάνατε, καὶ ποῦ σου ᾍδου τὸ νῖκος; τῆς Βηθανίας ὁ κλαυθμός, νῦν ἐπὶ σὲ μεθίσταται, πάντες κλάδους τῆς νίκης,…

ὁ β’ χορός

…αὐτῷ ἐπισείωμεν.


ΑΙΝΟΙ

Ἦχοςα’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

ὁ α’ χορός

Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

ὁ β’ χορός

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

ὁ α’ χορός

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

ὁ α’ χορός

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

ὁ β’ χορός

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

ὁ α’ χορός

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

ὁ α’ χορός

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

ὁ β’ χορός

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

ὁ α’ χορός

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

ὁ β’ χορός

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ὁ α’ χορός

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

ὁ β’ χορός

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

ὁ α’ χορός

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

ὁ β’ χορός

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

ὁ α’ χορός

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

ὁ β’ χορός

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

ὁ α’ χορός

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

ὁ β’ χορός

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας, ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ ᾍδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ δι’ ἑνὸς προσφιλοῦς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν, διὸ προσκυνοῦντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν, Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Μάρθα καὶ Μαρία, τῷ Σωτῆρι ἔλεγον, Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε, Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

Τῆς θεότητός σου Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος, διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος, ἀλλ’ ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.

ὁ α’ χορός

Ἦχος δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Μάρθα τῇ Μαρίᾳ ἐβόα, ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε, Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε, πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε, Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.

ὁ α’ χορός 

Ἦχος πλ. δ’

Στίχ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω η χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον, μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι, ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας ὁ ᾍδης, ἀπέλυσε φόβῳ, Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.

ὁ β’ χορός

Στίχ. Ἐξομολογήσομαί σοί, Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ, Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κἀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθὴς ἐξανάστησον, δέομαι. 

ὁ α’ χορός 

Δόξα Πατρὶ…

Ἦχος β’

Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! ὅτι νεκρὸν τεταρταῖον, ἐκ τάφου Χριστὸς φωνήσας ἤγειρε, καὶ φίλον ἐκάλεσε, δοξολογήσωμεν αὐτόν, ὡς ὑπερένδοξον, ὡς ταῖς πρεσβείαις, τοῦ δικαίου Λαζάρου, σώσῃ τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον ἦχος β’ (πάντοτε)

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. 


Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· · Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνη, ἐνἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· · Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· · Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές,Ἰησοῦ Χριστέ, καὶἍγιον Πνεῦμα,

ὁ β’ χορός

· · Κύριε ὁ Θεός, ὁἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· · Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησονἡμᾶς.

ὁ β’ χορός

· · Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν ΘεοῦΠατρός. Ἀμήν.

ὁ α’ χορός

· · Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· · Καταξίωσον, Κύριε, ἐν τῇἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶδεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· · Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· · Κύριε, καταφυγὴἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.Ἐγὼ εἶπα΄ Κύριε,ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· · Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁΘεός μου.

ὁ β’ χορός

· · Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· · Παράτεινον τὸἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος β’.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Εἰ βούλει, τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς δ’ἐκ τῆς γ’ ᾨδῆς τοῦ α’ Κανόνος καὶ δ’ἐκ τῆς Ϛ’ ᾨδῆς τοῦ β’ Κανόνος.

Εἰ δὲ μὴ τὰ παρόντα Ἀντίφωνα

Ἀντίφωνον Α’

ὁα’ χορός

Ἦχοςπλ. δ‘.

Στίχ. α‘. ἈγαθὸντὸἐξομολογεῖσθαιτῷΚυρίῳ, καὶψάλλειντῷὀνόματίσου, Ὕψιστε.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου, Σῶτερσῶσονἡμᾶς

ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. γ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Δόξα… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…



ἈντίφωνονΒ‘

Ἦχοςὁαὐτὸς.

ὁβ’ χορός

Στίχ.α´. Αἴνει, ἡψυχήμου,τὸνΚύριοναἰνέσωΚύριονἐντῇζωῇμουψαλῶτῷΘεῷμουἕωςὑπάρχω.

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν, ψάλλοντάςσοι, Ἀλληλούϊα.

ὁα’ χορός

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁ ἀναστὰς,…

ὁβ’ χορός

Στίχ. γ´. Βασιλεύσει Κύριος εἰςτὸν αἰῶνα, ὁΘεόςσου, Σιών, εἰςγενεὰνκαὶγενεάν.

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰς,… 

ὁα’ χορός

ΔόξαΠατρὶ…

ὁβ’ χορός

Καὶνῦνκαὶἀεὶ…

ὉμονογενὴςΥἱὸςκαὶΛόγοςτοῦΘεοῦ, ἀθάνατοςὑπάρχων, καὶκαταδεξάμενος,διὰτὴνἡμετέρανσωτηρίαν, σαρκωθῆναιἐκτῆςἁγίαςΘεοτόκουκαὶἀειπαρθένουΜαρίας,ἀτρέπτωςἐνανθρωπήσας, σταυρωθείςτε, ΧριστὲὁΘεός, θανάτῳθάνατονπατήσας,ΕἷςὢντῆςἁγίαςΤριάδος, συνδοξαζόμενοςτῷΠατρὶκαὶτῷἁγίῳΠνεύματι, σῶσονἡμᾶς.

ἈντίφωνονΓ‘

ὁα’ χορός

Στίχ.α´ΑἰνεσάτωσανΑὐτὸνοἱοὐρανοὶκαὶἡγῆ.

Ἀπολυτίκιον Ἦχοςα’

ΤὴνκοινὴνἈνάστασινπρὸτοῦσοῦΠάθουςπιστούμενος, ἐκνεκρῶνἤγειραςτὸνΛάζαρον,ΧριστὲὁΘεός, ὅθενκαὶἡμεῖςὡςοἱΠαῖδες, τὰτῆςνίκηςσύμβολαφέροντες,σοὶτῷΝικητῇτοῦθανάτουβοῶμεν. Ὡσαννὰἐντοῖςὑψίστοις, εὐλογημένοςὁἐρχόμενος,ἐνὀνόματιΚυρίου.

ὁβ’ χορός

Στίχ.β´ΑὕτηἡἡμέραΚυρίου, ἀγαλλιασώμεθακαὶεὐφρανθῶμενἐναὐτῇ.

ΤὴνκοινὴνἈνάστασιν…

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

ὁα’ χορός 

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)

ΔεῦτεπροσκυνήσωμενκαὶπροσπέσωμενΧριστῷ, σῶσονἡμᾶςΥἱὲΘεοῦ,ὁἀναστὰςἐκνεκρῶν…..
ὁβ’ χορὸς

…ψάλλοντάςσοι, Ἀλληλούϊα.

ὁα’ χορός

( ψάλλεταιὑπὸτῶνἱερουργούντωνμόνον ὅταντελεῖταισυλλείτουργον)

Ἀπολυτίκιον Ἦχοςα’

ΤὴνκοινὴνἈνάστασινπρὸτοῦσοῦΠάθουςπιστούμενος, ἐκνεκρῶνἤγειραςτὸνΛάζαρον,ΧριστὲὁΘεός, ὅθενκαὶἡμεῖςὡςοἱΠαῖδες, τὰτῆςνίκηςσύμβολαφέροντες,σοὶτῷΝικητῇτοῦθανάτουβοῶμεν. Ὡσαννὰἐντοῖςὑψίστοις, εὐλογημένοςὁἐρχόμενος,ἐνὀνόματιΚυρίου. 

ὁβ’ χορός

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)

Κοντάκιον Ἦχοςβ‘

Τὰἄνωζητῶν

Ἡπάντωνχαρά, Χριστὸςἡἀλήθεια, τὸφῶςἡζωή, τοῦΚόσμουἡἀνάστασις,τοῖςἐνγῇπεφανέρωται, τῇαὐτοῦἀγαθότητι, καὶγέγονετύποςτῆςἀναστάσεως,τοῖςπᾶσιπαρέχωνθείανἄφεσιν.


ἈντὶδὲτοῦΤρισαγίου

ὍσοιεἰςΧριστὸνἐβαπτίσθητε, Χριστὸνἐνεδύσασθε, Ἀλληλούϊα. 


᾽Απόστολος

Προκείμενον ἦχος γ’

Κύριος φωτισμός μου καὶ σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

(Κεφ. ΙΒ’ 28 -29, ΙΓ’,1-8)

Ἀδελφοί, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν͵ δι΄ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ εὐλαβείας καὶ δέους· καὶ γὰρ ὁ Θεὸςἡμῶν πῦρ καταναλίσκον. ῾Η φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶαὐτοὶὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖὁ θεός. ᾽Αφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν΄ Οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω· ὥστε θαρροῦνταςἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθός, [καὶ] οὐ φοβηθήσομαι· τί ποιήσει μοιἄνθρωπος; Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

Ἀλληλούϊα (γ’) Ἦχος πλ. α΄

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ένεδύσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην.


Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην. ( ΙΑ’1-45 )

Τῷ καιρῷἐκείνῳ, ἦν τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡἀλείψασα τὸν Κύριον μύρῳ καὶἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁἀδελφὸς Λάζαρος ἠσθένει….. Ἀκούσας δὲὁ᾿Ιησοῦς εἶπεν· αὕτη ἡἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾿ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇὁ υἱὸς τοῦ Θεοῦδι᾿ αὐτῆς. Ἠγάπα δὲὁ᾿Ιησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧἦν τόπῳ δύοἡμέρας·ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν ᾿Ιουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ᾿Ιουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;ἀπεκρίθη ᾿Ιησοῦς· οὐχὶ δώδεκά εἰσινὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇἐν τῇἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·ἐὰν δέ τις περιπατεῖἐν τῇ νυκτί, προσκόπτει,ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Εἰρήκει δὲὁ᾿Ιησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦὕπνου λέγει. Τότε οὖν εἶπεν αὐτοῖς ὁ᾿Ιησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε,καὶ χαίρω δι᾿ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ·ἀλλ᾿ἄγωμεν πρὸς αὐτόν. Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ. ᾿Ελθὼν οὖνὁ᾿Ιησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ· ἦν δὲἡΒηθανία ἐγγὺς τῶν ῾Ιεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε,καὶ πολλοὶἐκ τῶν ᾿Ιουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦἀδελφοῦ αὐτῶν. Ἡ οὖν Μάρθα ὡς ἤκουσενὅτι ὁ᾿Ιησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲἐν τῷ οἴκῳἐκαθέζετο. Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν ᾿Ιησοῦν· Κύριε, εἰἦς ὧδε, ὁἀδελφός μου οὐκἂν ἐτεθνήκει. Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁΘεός. Λέγει αὐτῇὁ᾿Ιησοῦς· ἀναστήσεται ὁἀδελφός σου. Λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇἀναστάσει ἐν τῇἐσχάτῃἡμέρᾳ. Εἶπεν αὐτῇὁ᾿Ιησοῦς· ἐγώ εἰμι ἡἀνάστασις καὶἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂνἀποθάνῃ, ζήσεται καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦὁ εἰς τὸν κόσμον ἐρχόμενος. Καὶ ταῦτα εἰποῦσαἀπῆλθε καὶἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα εἰποῦσα· ὁδιδάσκαλος πάρεστι καὶ φωνεῖ σε. Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺκαὶἔρχεται πρὸς αὐτόν. Οὔπω δὲἐληλύθει ὁ᾿Ιησοῦς εἰς τὴν κώμην, ἀλλ᾿ἦνἐν τῷ τόπῳὅπου ὑπήντησεν αὐτῷἡ Μάρθα. Οἱ οὖν ᾿Ιουδαῖοι οἱὄντες μετ᾿αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸμνημεῖον ἵνα κλαύσῃἐκεῖ. Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ᾿Ιησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰἦς ὧδε, οὐκ ἂνἀπέθανέ μου ὁἀδελφός. ᾿Ιησοῦς οὖν ὡς εἶδεν αὐτήν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ᾿Ιουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶἐτάραξεν ἑαυτόν,καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν;λέγουσιν αὐτῷ· Κύριε,ἔρχου καὶἴδε. ἐδάκρυσεν ὁ᾿Ιησοῦς. Ἔλεγον οὖν οἱ᾿Ιουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν·τινὲς δὲἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴἀποθάνῃ;᾿Ιησοῦς οὖν, πάλινἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθοςἐπέκειτο ἐπ᾿ αὐτῷ. Λέγει ὁ᾿Ιησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷἡἀδελφὴτοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. Λέγει αὐτῇὁ᾿Ιησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψεις τὴν δόξαν τοῦΘεοῦ;ἦραν οὖν τὸν λίθον οὗἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ᾿Ιησοῦς ἦρε τοὺςὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. Ἐγὼδὲᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ ταῦτα εἰπὼν φωνῇμεγάλῃἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. Καὶἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶἡὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ᾿Ιησοῦς· λύσατέ αὐτὸν καὶἄφετε ὑπάγειν. Πολλοὶ οὖν ἐκ τῶν᾿Ιουδαίων, οἱἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃἐποίησενὁ᾿Ιησοῦς, ἐπίστευσαν εἰς αὐτόν.

ὁα’ χορός 

Δόξα Σοι, Κύριε, δόξα Σοι.


ΚαὶκαθεξῆςἡΘείαΛειτουργίατοῦἹεροῦΧρυσοστόμου


Εἰςτό, Ἐξαιρέτως

ὁα’ χορός

ᾠδὴθ‘ ὉΕἱρμὸς

ἦχοςπλ.δ΄

Τὴνἁγνὴνἐνδόξωςτιμήσωμεν, λαοὶΘεοτόκον, τὴντὸθεῖονπῦρἐνγαστρί,ἀφλέκτωςσυλλαβοῦσαν, ὕμνοιςἀσιγήτοιςμεγαλύνωμεν.

ὁ β’ χορός

Κοινωνικὸν

Ἦχοςα’

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, Ἀλληλούϊα.

ὁα’ χορός 

Ἀντὶτοῦ«Εἴδομεντὸφῶς…»

Ἀπολυτίκιον Ἦχοςα’

ΤὴνκοινὴνἈνάστασινπρὸτοῦσοῦΠάθουςπιστούμενος, ἐκνεκρῶνἤγειραςτὸνΛάζαρον,ΧριστὲὁΘεός, ὅθενκαὶἡμεῖςὡςοἱΠαῖδες, τὰτῆςνίκηςσύμβολαφέροντες,σοὶτῷΝικητῇτοῦθανάτουβοῶμεν. Ὡσαννὰἐντοῖςὑψίστοις, εὐλογημένοςὁἐρχόμενος,ἐνὀνόματιΚυρίου.

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.



ἦχοςβ’

ΕἴητὸὄνομαΚυρίουεὐλογημένονἀπότοῦνῦνκαὶἕωςτοῦαἰῶνος. (τρὶς)



Ἀπόλυσις «…῾Οἀναστάςἐκνεκρῶν…»

ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ