ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


28 ΑΠΡΙΛΙΟΥ 2013

῾Η εἰς ᾿Ιερουσαλὴμ εἴσο­δος τοῦ Κυρίου ἡμῶν᾿Ιησοῦ Χριστοῦ.



Τῶν ἐν Κυζίκῳ ἐννέα μαρτύρων (γ΄ αἰ.), Μέμνονος ὁσίου.



Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ



Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

Ἦχος α’

Ἀμήν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰἔθνη ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καίἐστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲὁ Θεός, ὅθεν καὶἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορός

Δόξα Πατρί…

Τὴν κοινὴν Ἀνάστασιν,…

ὁ α’ χορός

Καὶ νῦν…Ἕτερον Ἦχος δ’

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇἈναστάσει σου, καὶἀνυμνοῦντες κράζομεν, Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος… 

Τὸ Ψαλτήριον καὶὁ πολυέλεος.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ

Μετὰ κλάδων νοητῶς, κεκαθαρμένοι τὰς ψυχάς, ὡς οἱ Παῖδες τὸν Χριστόν,ἀνευφημήσωμεν πιστῶς, μεγαλοφώνως κραυγάζοντες τῷ Δεσπότη, Εὐλογημένος εἶ Σωτήρ, ὁ εἰς τὸν Κόσμον ἐλθών, τοῦ σῶσαι τὸν Ἀδάμ, ἐκ τῆςἀρχαίας ἀρᾶς, πνευματικῶς γενόμενος φιλάνθρωπε, νέος Ἀδὰμ ὡς εὐδόκησας,ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…Ἦχος δ’

Ἐπεφάνης σήμερον

Τεταρταῖον Λάζαρον, ἐκ τοῦ μνημείου, ἀναστήσας Κύριε, πάντας ἐδίδαξας βοᾶν, μετὰ βαΐων καὶ κλάδων σοι΄ Εὐλογημένος εἶὁἐρχόμενος.

ὁ α’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν

Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ

Ἐπὶ φίλῳ σου Χριστέ, δάκρυα ῥαίνεις μυστικῶς, καὶἐγείρεις ἐκ νεκρῶν, Λάζαρον κείμενον θνητόν, ἐν ᾧ συμπάθειαν ἔδειξας φιλανθρώπως, μαθόντα δὲ τὴν σήν, παρουσίαν Σωτήρ, τὰ πλήθη τῶν βρεφῶν, ἐξῆλθον σήμερον, ἐν ταῖς χερσὶ κατέχοντα βαΐα, τὸὩσαννά σοι κραυγάζοντα΄ Εὐλογημένος εἶ, ὅτι τὸν κόσμον, εἰς τὸ σῶσαι ἐλήλυθας.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Αἰνέσατε συμφώνως, οἱ λαοὶ καὶ τὰἔθνη, ὁ γὰρ Βασιλεὺς τῶν Ἀγγέλων, ἐπέβη νῦν τῷ πώλῳ, καὶἔρχεται θέλων ἐν Σταυρῷ, πατάξαι τοὺς ἐχθροὺς ὡς δυνατός, διὰ τοῦτο καὶ οἱ Παῖδες, μετὰ βαΐων, κράζουσι τὸν ὕμνον΄ Δόξα σοιτῷἐλθόντι Νικητῇ, δόξα σοι τῷ Σωτῆρι Χριστῷ, δόξα σοι τῷ εὐλογημένῳ, μόνῳ Θεῷἡμῶν.

ὁ α’ χορός

Μετὰ δὲ τὸν Πολυέλεον

Ἦχος πλ. δ’. Τὸ προσταχθὲν μυστικῶς

Ὁἐπὶ θρόνου Χερουβὶμ καὶἐπὶ πώλου, ἐπικαθίσας δι’ ἡμᾶς, καὶ πρὸς τὸ Πάθος, τὸἑκούσιον φθάσας, σήμερον ἀκούει, τῶν Παίδων, ἀναβοώντων τὸὩσαννά, τῶν ὄχλων, ἀναφωνούντων Υἱὲ Δαυΐδ, σπεῦσον σῶσαι οὓς ἔπλασας, εὐλογημένε Ἰησοῦ, εἰς τοῦτο γὰρ ἐλήλυθας, ὅπως γνῶμεν τὴν δόξαν σου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Πάλιν τὸ αὐτὸ

Ὁἐπὶ θρόνου Χερουβὶμ καὶἐπὶ πώλου…. 


Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

· · Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶσῶσον Σωτήρ μου.

ὁ β’ χορός

· · Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶσῶσον Σωτήρ μου.

ὁ α’ χορός

· Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

· Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇτριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον Ἦχος δ’

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

ὁ β’ χορός

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

ὁ α’ χορός

Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.




Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.



Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἐκ τοῦ κατὰ Ματθαῖον

Τῷ καιρῷἐκείνῳ, ὅτε ἤγγισεν ὁἸησοῦςεἰς Ἱεροσόλυμα καὶἦλθεν εἰς Βηθφαγῆεἰς τὸὄρος τῶν Ἐλαιῶν, τότε ὁἸησοῦς ἀπέστειλε δύο μαθητὰς λέγων αὐτοῖς· Πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. καὶἐάν τις ὑμῖν εἴπῃτι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲἀποστελεῖ αὐτούς. Τοῦτο δὲὅλον γέγονεν ἵνα πληρωθῇ τὸῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· εἴπατε τῇθυγατρὶ Σιών, ἰδοὺὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶἐπιβεβηκὼς ἐπὶὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁἸησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶἐπέθηκανἐπάνω αὐτῶν τὰἱμάτια αὐτῶν, καὶἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστοςὄχλος ἔστρωσαν ἑαυτῶν τὰἱμάτια ἐν τῇὁδῷ, ἄλλοι δὲἔκοπτον κλάδους ἀπὸτῶν δένδρων καὶἐστρώννυον ἐν τῇὁδῷ. οἱ δὲὄχλοι οἱ προάγοντες (αὐτὸν) καὶοἱἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυῒδ· εὐλογημένοςὁἐρχόμενος ἐν ὀνόματι Κυρίου· Ὡσαννὰἐν τοῖς ὑψίστοις. καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; οἱδὲὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης ὁἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Καὶ εἰσῆλθεν ὁἸησοῦς εἰς τὸἱερόν τοῦ Θεοῦ, καὶἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶἀγοράζοντας ἐν τῷἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ λέγει αὐτοῖς· Γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶτυφλοὶἐν τῷἱερῷ καὶἐθεράπευσεν αὐτούς. ἰδόντες δὲ οἱἀρχιερεῖς καὶ οἱγραμματεῖς τὰ θαυμάσια ἃἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷἱερῷ καὶλέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυῒδ, ἠγανάκτησαν καὶ εἶπον αὐτῷ· Ἀκούεις τίοὗτοι λέγουσιν; ὁ δὲἸησοῦς λέγει αὐτοῖς· Ναί· οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ καταλιπὼν αὐτοὺςἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.


Ἀνάστασιν Χριστοῦ, οὐ λέγομεν, ἀλλ’ εὐθὺς μετὰ τὸν Ν’ (χύμα), ψάλλομεν τὰ παρόντα.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος β’

Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει τῇ ἁγίᾳ ἐν πώλῳ καθήμενος, τὴνἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.

ὁ β’ χορός

Καὶ νῦν…

Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει τῇ ἁγίᾳ ἐν πώλῳ καθήμενος, τὴνἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.

ὁ α’ χορός

Ἦχος πλ. β’

Στίχ.Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον ἡ χάρις τοῦἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν, Εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου,Ὡσαννὰἐν τοῖς ὑψίστοις.


ΚΑΝΟΝΕΣ 



ὉΚανὼνοὗἡἈκροστιχὶς



ὩσαννὰΧριστός, εὐλογημένοςΘεός.


ΠοίημαΚοσμᾶΜοναχοῦ.

ὁα’ χορός

ᾠδὴα‘ Ἦχοςδ‘ ὉΕἱρμὸς

Ὤφθησαν, αἱπηγαὶτῆςἀβύσσου, νοτίδοςἄμοιροι, καὶἀνεκαλύφθηθαλάσσης,κυμαινούσηςτὰθεμέλια, τῇκαταιγίδινεύματι, ταύτηςγὰρἐπετίμησας,περιούσιονλαὸνδὲἔσωσας, ᾄδοντα, ἐπινίκιονὕμνονσοιΚύριε.

ὁβ’ χορός

Ὤφθησαν, αἱπηγαὶτῆςἀβύσσου, …

ὁα’ χορός

Στόματος, ἐκνηπίωνἀκάκων, καὶθηλαζόντωναἶνον,τῶνσῶνοἰκετῶνκατηρτίσω, καταλῦσαιτὸνἀντίπαλον,καὶἐκδικῆσαιπάθειΣταυροῦ, τὴνπτῶσιντοῦπάλαιἈδάμ,διὰξύλουἀναστῆσαιτοῦτονδέ, ᾄδοντα, ἐπινίκιονὕμνονσοιΚύριε. 

ὁβ’ χορός

Στόματος, ἐκνηπίωνἀκάκων…

ὁ α’ χορός

Δόξα Πατρί…

Αἴνεσιν, Ἐκκλησία ὁσίων, τῷἐνοικοῦντι Σιών, σοὶ Χριστὲ προσφέρει, ἐν σοὶδὲἸσραήλ, τῷ ποιητῇ αὐτοῦ, χαίρει, καὶὄρη ἔθνη ἀντίτυπα λιθοκάρδια, ἐκ προσώπου σου ἠγαλλιάσαντο, ᾄδοντα΄ ἐπινίκιον ὕμνον σοι Κύριε. 

ὁ β’ χορός

Καὶ νῦν…

Αἴνεσιν, Ἐκκλησία ὁσίων, …



ᾠδὴ γ’ Ὁ Εἱρμὸς

ὁ α’ χορός

Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθηἡἘκκλησία κράζουσα΄ Ὡσαννά, εὐλογημένος εἶὁἐρχόμενος.

ὁ β’ χορός

Νάουσαν ἀκρότομον,…

ὁ α’ χορός

Νεκρὸν τετραήμερον, προστάγματι σῷ, ἐκ νεκάδων σύντρομος, ᾍδης ἀφῆκε Λάζαρον, ἡἀνάστασις Χριστέ, σὺ γὰρ καὶ ζωή, ἐν ᾧ ἐστερεώθη, ἡἘκκλησία κράζουσα΄ Ὡσαννά, εὐλογημένος εἶὁἐρχόμενος.

ὁ β’ χορός

Νεκρὸν τετραήμερον,….

ὁ α’ χορός

Δόξα Πατρὶ…

ᾌσατε λαοί, θεοπρεπῶς ἐν Σιών, καὶ εὐχὴν ἀπόδοτε, Χριστῷἐν Ἱερουσαλήμ, αὐτὸς ἔρχεται ἐν δόξῃ μετὰ κυριείας, ἐν ᾧ ἐστερεώθη, ἡἘκκλησία κράζουσα,Ὡσαννά, εὐλογημένος εἶὁἐρχόμενος.

ὁ β’ χορός

Καὶ νῦν…

ᾌσατε λαοί, θεοπρεπῶς ἐν Σιών, καὶ εὐχὴν ἀπόδοτε, Χριστῷἐν Ἱερουσαλήμ, αὐτὸς ἔρχεται ἐν δόξῃ μετὰ κυριείας, ἐν ᾧ ἐστερεώθη, ἡἘκκλησία κράζουσα,Ὡσαννά, εὐλογημένος εἶὁἐρχόμενος.


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὺ εἶὁ Θεὸς ἡμῶν,…

ἩὙπακοὴ Ἦχος πλ. β’

Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον, οἱἀγνώμονες Χριστόν, Ἰουδαῖοι τὸν Θεόν, ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ, ἀεὶτιμῶντες ὡς εὐεργέτην, διαπαντὸς βοήσωμεν αὐτῷ, Εὐλογημένος εἶὁἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

ὁ β’ χορός

ᾠδὴ δ’ Ὁ Εἱρμὸς

Χριστὸς ὁἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸπάντες βοῶμεν΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Χριστὸς ὁἐρχόμενος….

ὁ β’ χορός



Ῥηξάτω εὐφροσύνην κραταιὰν ἐπ’ ἔλεον, ὄρη καὶ πάντες βουνοί, καὶ ξύλα τοῦ δρυμοῦἐπικροτησάτω, Χριστὸν αἰνεῖτε ἔθνη, καὶ τούτῳ πάντες λαοί,ἐπαινοῦντες βοᾶτε΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Ῥηξάτω εὐφροσύνην…..

ὁ β’ χορός

Δόξα Πατρὶ…

Ἰσχὺν ὁ βασιλεύων τῶν αἰώνων Κύριος, ἐνδεδυμένος ἥξει, τῆς τούτουὡραιότητός τε καὶ δόξης, ἀσύγκριτος ὑπάρχει εὐπρέπεια ἐν Σιών. Διὸ πάντες βοῶμεν΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Καὶ νῦν…

Σπιθαμῇὁ μετρήσας οὐρανόν, δρακὶ δὲ γῆν, Κύριος πάρεστι, Σιὼν γὰρἐξελέξατο, ἐν αὐτῇ δὲ οἰκεῖν καὶ βασιλεύειν, ᾑρετίσατο λαῶν, τῶν ἐν πίστει βοώντων΄…

ὁ β’ χορός

….Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’ Ὁ Εἱρμὸς

Τὴν Σιὼν ἐπ’ ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁκηρύσσων ἐν ἰσχὺϊ ὕψωσον φωνήν, Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

ὁ β’ χορός

Τὴν Σιὼν ἐπ’ ὄρους ἀνάβηθι….

ὁ α’ χορός

Ὁἐν τοῖς ὑψίστοις καθήμενος, ἐπὶ τῶν Χερουβὶμ Θεός, καὶἐφορῶν ταπεινά, αὐτὸς ἔρχεται, ἐν δόξῃ μετὰ κυριείας, καὶ πληρωθήσεται τὰ πάντα, θεϊκῆς αἰνέσεως αὐτοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

ὁ β’ χορός

Ὁἐν τοῖς ὑψίστοις καθήμενος……

ὁ α’ χορός

Δόξα Πατρὶ…



Σιὼν Θεοῦὄρος τὸἅγιον, καὶἹερουσαλὴμ κύκλῳ τοὺς ὀφθαλμούς σου ἆρον, καὶἴδε συνηγμένα τέκνα σου ἐν σοί, ἰδοὺ γὰρ ἥκασι μακρόθεν, προσκυνῆσαι τῷ Βασιλεῖσου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν

ὁ β’ χορός

Καὶ νῦν…

Σιὼν Θεοῦὄρος τὸἅγιον, καὶἹερουσαλὴμ κύκλῳ τοὺς ὀφθαλμούς σου ἆρον, καὶἴδε συνηγμένα τέκνα σου ἐν σοί, ἰδοὺ γὰρ ἥκασι μακρόθεν, προσκυνῆσαι τῷ Βασιλεῖ σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ,…

ὁ α’ χορός

…καὶ σωτήριον ἔθνεσιν.

ὁ β’ χορός

ᾠδὴ ς’ Ὁ Εἱρμὸς

Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα. Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ὁ α’ χορός

Ἐβόησαν, ἐν εὐφροσύνῃ…

ὁ β’ χορός

Ὑπόδεξαι, Ἰσραὴλ τοῦ Θεοῦ τὸ βασίλειον, καὶὁ βαίνων ἐν τῷ σκότει, τὸ φῶς θεασάσθω μέγα, καὶῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ὁ α’ χορός

Ὑπόδεξαι, Ἰσραὴλ τοῦ Θεοῦ…

ὁ β’ χορός

Δόξα Πατρὶ…

Λελυμένους, σοὺς δεσμίους Σιὼν ἐξαπόστειλον, καὶἐκ λάκκου, ἀγνωσίαςἀνύδρου ἐξάγαγε, καὶῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ὁ α’ χορός

Καὶ νῦν…

Λελυμένους, σοὺς δεσμίους Σιὼν ἐξαπόστειλον, καὶἐκ λάκκου, ἀγνωσίαςἀνύδρου ἐξάγαγε, καὶῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.


Συναπτὴ μικράκαὶἡ Ἐκφώνησις

Σὺ γὰρ εἶὁ Βασιλεύς…

Κοντάκιον Αὐτόμελον

Ἦχος πλ. β’

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲὁ Θεός, τῶνἈγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι, Εὐλογημένος εἶὁἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Ὁ Οἶκος

Ἐπειδὴ ᾍδην ἔδησας ἀθάνατε, καὶ θάνατον ἐνέκρωσας, καὶ Κόσμονἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε Χριστέ, ὡς νικητὴν κραυγάζοντάσοι σήμερον, Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, οὐκέτι γὰρ φησι, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ, ἀλλ’ ὑπὲρ πάντων νηπίων καὶ πρεσβυτῶν, μόνος σταυροῦσαι, οὐκέτι καθ’ ἡμῶν χωρήσει τὸ ξίφος, ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ, ὅθεν ἀγαλλόμενοι φαμέν, Εὐλογημένος εἶὁἐρχόμενος, τὸν Ἀδὰμἀνακαλέσασθαι.


Συναξάριον

ΤῇΚΗ‘τοῦαὐτοῦμηνός, ΜνήμητῶνἉγίωνἐννέαΜαρτύρωντῶνἐνΚυζίκῳ,Θεόγνιδος, Ῥούφου, Ἀντιπάτρου, Θεοστίχου, Ἀρτεμᾶ, Μάγνου, Θεοδότου,ΘαυμασίουκαὶΦιλήμονος.

Στίχοι

· ΕἰκὼνἀΰλωνΤαγμάτωντῶνἐννέα,

· Οἱτὰςκάραςτμηθέντεςἄνδρεςἐννέα.

· Εἰκάδιὀγδοάτῃβιότουλυγροῦἐννὲ᾽ἀπῆραν.

Τῇαὐτῇἡμέρᾳ, ΜνήμητοῦὉσίουΠατρὸςἡμῶνΜέμνονοςτοῦθαυματουργοῦ.

Στίχοι

· Ὑπνοῖ τι μικρόν, ἁρπαγὴν τὴν ἐσχάτην,

· Τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων.

Διήγησις περὶ τοῦ γενομένου θαύματος ἐν Ἀφρικῇ, ἐν τῇ πόλει Καρθαγένῃ.

Στίχοι

· Ἔκστηθι λάγνε, ὧδε μοιχείας βλέπων,

· Τὴν ἐκδίκησιν, καὶ μακρὰν ταύτης γίνου.



Τῇαὐτῇἡμέρᾳ, ΚυριακῇτῶνΒαΐων,τὴνλαμπρὰνκαὶἔνδοξονπανήγυριντῆςεἰςἹερουσαλὴμεἰσόδουτοῦΚυρίουἡμῶνἸησοῦΧριστοῦἑορτάζομεν.

Στίχοι

· · Πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον,

· · Βροτοὺς ἐκζητεῖ λῦσαι τῆς ἀλογίας.



Τῇἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶἐλέησον ἡμᾶς.Ἀμήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’ Ἦχος δ’

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι, ταύτης γὰρἐπετίμησας, περιούσιον λαὸν δὲἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

ὁ β’χορὸς

ᾠδὴ γ’

Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθηἡἘκκλησία κράζουσα, Ὡσαννά,…

ὁ α’χορὸς

…εὐλογημένος εἶὁἐρχόμενος.

ὁ β’χορὸς

ᾠδὴ δ’

Χριστὸς ὁἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸπάντες βοῶμεν΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’χορὸς

ᾠδὴ ε’

Τὴν Σιὼν ἐπ’ ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁκηρύσσων ἐν ἰσχὺϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

ὁ β’χορὸς

ᾠδὴ ς’

Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα΄ Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ὁ α’χορὸς

ᾠδὴ ζ’

Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίουςἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱἀγαπῶντες Σιών, ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω, Πάντα τὰἔργα ὑμνεῖτε τὸν Κύριον.




Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός,…



ὁ α’χορὸς

ᾠδὴ θ’ Ὁ Εἱρμὸς

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ β’ χορός

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν,…

ὁ α’χορὸς

Ἔθνη ἵνα τίἐφρυάξατε; Γραφεῖς, καὶἹερεῖς, τί κενὰἐμελετήσατε; Τίς οὗτος εἰπόντες, ᾧ Παῖδες μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζουσιν, Εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ β’ χορός

Ἔθνη ἵνα τίἐφρυάξατε;…

ὁ α’χορὸς

Δόξα Πατρὶ…

Οὗτος ὁ Θεός, ᾧ παρόμοιος οὐδείς, δικαίαν πᾶσαν ὁδὸν ἐξευρών, δέδωκε τῷἠγαπημένῳ Ἰσραήλ, μετὰ δὲ ταῦτα, ἀνθρώποις συνανεστράφη ὀφθείς΄ Εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν…

Σκάνδαλα τρίβου, τίἐχόμενα ἡμῖν, τιθέατε ἀπειθεῖς; πόδες ὀξεῖς ὑμῶν, αἷμα διεκχέαι Δεσπότου, ἀλλ’ ἀναστήσεται πάντων, σῶσαι τοὺς κράζοντας, Εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ α’χορὸς

Καταβασία

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.


Συναπτὴ μικρά καὶἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

Ἦχος β’

ὁ α’χορὸς

· · Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,

ὁ β’χορὸς

· · Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,

ὁ α’χορὸς

· · Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ψαλλόμενον τὸ αὐτὸ καὶ μόνον, καὶἐκ γ’.


ΕΥΧΗ ΕΙΣ ΤΟ ΕΥΛΟΓΗΣΑΙ ΤΑ ΒΑΪΑ 

ὁ Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν

ὁ α’χορὸς

Κύριε ἐλέησον.

ὁ Ἱερεύς: Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁἐξεγείρας τὴν δυναστείαν, καὶἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆςἈναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸἑκούσιον Πάθος,ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴνἈνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶἡμᾶς, τοὺς κατὰ μίμησινἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶφέροντας, διατήρησον, καὶὡς ἐκεῖνοι οἱὄχλοι καὶ οἱ Παῖδες, τὸὩσαννὰ σοιπροσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν ΧριστῷἸησοῦ τῷΚυρίῳ ἡμῶν, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶἀγαθῷ καὶ ζωοποιῷσου Πνεύματι, νῦν καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.



ὁ α’ χορός

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

ὁ α’ χορός

Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

ὁ β’ χορός

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

ὁ α’ χορός

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

ὁ α’ χορός

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

ὁ β’ χορός

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

ὁ α’ χορός

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

ὁ α’ χορός

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

ὁ β’ χορός

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

ὁ α’ χορός

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

ὁ β’ χορός

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ὁ α’ χορός

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

ὁ β’ χορός

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

ὁ α’ χορός

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

ὁ β’ χορός

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

ὁ α’ χορός

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

ὁ β’ χορός

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

ὁ α’ χορός

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

ὁ β’ χορός

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

ὁ α’ χορός

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.



ὁ β’ χορός

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.



ὁ α’ χορός

ΣτιχηρὰἸδιόμελα

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇὁδῷ τὰἱμάτια αὐτῶν, ἄλλοι δὲἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶἐβάσταζον, οἱ προάγοντες δὲ καὶοἱἀκολουθοῦντες, ἔκραζον λέγοντες, Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶὁἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱλαοὶἐβάσταζον, σὲὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων΄Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶὁἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐνὀνόματι Κυρίου.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί, καὶ θεάσασθε σήμερον, τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, ἐπὶ πώλου εὐτελοῦς, τὴν Ἱερουσαλὴμ προσεπιβαίνοντα, γενεὰἸουδαίων, ἄπιστε καὶ μοιχαλίς, δεῦρο, θέασαι, ὃν εἶδεν Ἡσαΐας ἐν σαρκὶ δι’ ἡμᾶς παραγενόμενον, πῶς νυμφεύεται ὡς σώφρονα, τὴν νέαν Σιών, καὶἀποβάλλεται τὴν κατάκριτον συναγωγήν, ὡς ἐν ἀφθάρτῳδὲ γάμῳ καὶἀμιάντῳ, ἀμίαντοι συνέδραμον εὐφημοῦντες, οἱἀπειρόκακοι Παῖδες, μεθ’ ὧν ὑμνοῦντες βοήσωμεν, ὕμνον τόν Ἀγγελικόν. Ὡσαννὰἐν τοῖςὑψίστοις, τῷἔχοντι τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοιςἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦἑκουσίου Πάθους σου, εἰς πίστωσιν πάντων, προενδειξάμενος, Χριστὲὁ Θεός, τὸν μὲν Λάζαρον ἐν Βηθανίᾳ, τῇ κραταιᾷδυνάμει σου, τετραήμερον νεκρὸν ἀνέστησας, καὶ τυφλοῖς δὲ τὸ βλέπειν, ὡς φωτοδότης ἐδωρήσω Σωτήρ, καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν, μετὰ τῶν σῶν Μαθητῶν εἰσῆλθες, καθήμενος ἐπὶ πώλου ὄνου, τὰ τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, καὶ παῖδες Ἑβραίων μετὰκλάδων καὶ βαΐων προϋπήντουν σοι΄ Διὸ καὶἡμεῖς, κλάδους ἐλαιῶν βαστάζοντες καὶ βαΐα, εὐχαρίστως σοι βοῶμεν, Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου.



ὁ α’ χορός

Ἦχος πλ. β’

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

ὁ α’ χορός

Πρὸἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷοἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ, Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοιφαγεῖν τὸ Πάσχα; ὁ δὲἀπέστειλεν αὐτούς΄ Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε, ὁ Διδάσκαλος λέγει, Πρὸς σὲ ποιῶ τὸ Πάσχα,…

ὁ β’ χορός

…μετὰ τῶν Μαθητῶν μου. 

Δοξολογία Μεγάλη εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· · Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· · Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· · Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲμονογενές, Ἰησοῦ Χριστέ, καὶἍγιον Πνεῦμα.

ὁ β’ χορός

· · Κύριε ὁ Θεός, ὁἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴνἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· · Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.

ὁ β’ χορός

· · Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

· · Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· · Καταξίωσον, Κύριε, ἐν τῇἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναιἡμᾶς.

ὁ α’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶδεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· · Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· · Κύριε, καταφυγὴἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.Ἐγὼ εἶπα Κύριε,ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· · Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.

ὁ β’ χορός

· · Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· · Παράτεινον τὸἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον 

ἦχος δ’

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇἈναστάσει σου, καὶἀνυμνοῦντες κράζομεν, Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ψάλλομεν τὰ παρόντα Ἀντίφωνα

Ἀντίφωνον α’

ὁ α’ χορός

Ἦχος β’

Στίχ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Περιέσχον μεὠδῖνες θανάτου, κίνδυνοι ᾍδου εὕροσάν με.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Θλῖψιν καὶὀδύνην εὗρον, καὶ τὸὄνομα Κυρίου ἐπεκαλεσάμην.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Ἀντίφωνον β’

ὁ β’ χορός

Ἦχος ὁ αὐτὸς

Στίχ.Ἐπίστευσα, διὸἐλάλησα. ἐγὼ δὲἐταπεινώθην σφόδρα.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι,Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Τίἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι,Ἀλληλούϊα.

ὁ β’ χορός

Στίχ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸὄνομα Κυρίου ἐπικαλέσομαι.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι,Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι,Ἀλληλούϊα.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι

ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ὁμονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ὁ α’ χορός

Ἀντίφωνον γ’

Ἦχος α’

Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲὁ Θεός, ὅθεν καὶἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορός

Στίχ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ.

Τὴν κοινὴν Ἀνάστασιν…

ὁ α’ χορός

Στίχ. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ.

Τὴν κοινὴν Ἀνάστασιν…

ὁ β’ χορός

Στίχ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ.

Τὴν κοινὴν Ἀνάστασιν…

Εἴσοδος.
Εἰσοδικὸν

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)

ὁ α’ χορός

Εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁἐπὶ πώλου ὄνου καθεσθείς,…

ὁ β’ χορός

…ψάλλοντάς σοι, Ἀλληλούϊα.



Εἶτα τὰἈπολυτίκια

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)

ὁ α’ χορός 

Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲὁ Θεός, ὅθεν καὶἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου.



ὁ β’ χορός

Ἦχος δ’

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇἈναστάσει σου, καὶἀνυμνοῦντες κράζομεν, Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ α’ χορός 

Κοντάκιον

Ἦχος πλ. β’ 

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲὁ Θεός, τῶνἈγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι΄ Εὐλογημένος εἶὁἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Τρισάγιον.

Ἀ π ό σ τ ο λ ο ς

Προκείμενον Ἦχος δ’

Εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸἔλεος αὐτοῦ.



Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

(Κεφ. Δ’, 4-9)

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. Τὸἐπιεικὲςὑμῶν, γνωσθήτω πᾶσιν ἀνθρώποις, ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε.ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει, μετὰ εὐχαριστίας τὰαἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν, καὶἡ εἰρήνη τοῦ Θεοῦ,ἡὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰνοήματα ὑμῶν ἐν ΧριστῷἸησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ,ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τιςἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶἐμάθετε, καὶπαρελάβετε, καὶἠκούσατε, καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε, καὶὁΘεὸς τῆς εἰρήνης, ἔσται μεθ’ ὑμῶν.

Ἀλληλούϊα Ἦχος α’

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς.

Ε ὐ α γ γ έ λ ι ο ν
Ἐκ τοῦ κατὰἸωάννην. (ΙΒ´ 1-18).

Πρὸἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν͵ὅπουἦν Λάζαρος͵ὃν ἤγειρενἐκ νεκρῶν Ἰησοῦς. Ἐποίησαν οὖν αὐτῷ δεῖπνονἐκεῖ͵ καὶἡ Μάρθα διηκόνει͵ὁδὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμουἤλειψεν τοὺς πόδας τοῦἸησοῦκαὶἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει δὲἸούδας ὁἸσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ͵ὁμέλλων αὐτὸν παραδιδόναι·Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶἐδόθη πτωχοῖς; εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶνἔμελεν αὐτῷἀλλ΄ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμεναἐβάσταζεν. Εἶπεν οὖν ὁἸησοῦς͵Ἄφες αὐτήν͵ἵνα εἰς τὴν ἡμέραν τοῦἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ΄ἑαυτῶν͵ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὁὄχλος πολὺς ἐκ τῶν Ἰουδαίωνὅτι ἐκεῖἐστιν͵ καὶἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ΄ ἵνα καὶ τὸν Λάζαρονἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.Ἐβουλεύσαντο δὲοἱἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν͵ὅτι πολλοὶ δι΄ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶἐπίστευον εἰς τὸν Ἰησοῦν. Τῇἐπαύριον ὁὄχλος πολὺς ὁἐλθὼν εἰς τὴνἑορτήν͵ἀκούσαντες ὅτι ἔρχεται ὁἸησοῦς εἰς Ἱεροσόλυμα͵ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ͵ καὶἐκραύγαζον. Ὡσαννά· εὐλογημένος ὁἐρχόμενος ἐνὀνόματι κυρίου͵ καὶὁ βασιλεὺς τοῦἸσραήλ. Εὑρὼν δὲὁἸησοῦς ὀνάριονἐκάθισεν ἐπ΄ αὐτό͵ καθώς ἐστιν γεγραμμένον· Μὴ φοβοῦ͵θυγάτηρ Σιών· ἰδοὺὁ βασιλεύς σου ἔρχεται͵ καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον͵ἀλλ΄ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησανὅτι ταῦτα ἦν ἐπ΄ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖνὁὄχλος ὁὢν μετ΄ αὐτοῦὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶὑπήντησεν αὐτῷὁὄχλος ὅτιἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.


ΚαὶκαθεξῆςἡΘείαΛειτουργίατοῦἹεροῦΧρυσοστόμου


Εἰς τὸ Ἐξαιρέτως

ὁα’ χορός 

ὁ εἱρμὸς τῆς θ’ᾠδῆς

ἦχος δ’

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁβ’ χορός

Κοινωνικὸν

ἦχος δ’

Εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.



Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…»

ὁα’ χορός 

Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲὁ Θεός, ὅθεν καὶἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου.



ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.



ἦχος β’

Εἴη τὸὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶἕως τοῦ αἰῶνος. (τρίς)

Ἀπόλυσις

«…῾Οἐπί πώλου ὄνου καθεσθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστόςὁἀληθινός…».

ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ