ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


20 ΜΑΡΤΙΟΥ 2013

Τετάρτη τῆς Α’ Ἑβδομάδος

Ἑσπερινὸς καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων

῾Οσίου ᾿Ιακώβου τοῦ ὁμολογητοῦ. Θωμᾶ πα τριάρχου Κωνσταντινουπόλεως



Ἱερεύς: Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης:

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)
· Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
· Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
· Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
· Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
· Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
· Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
· Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
· Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
· Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
· Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
· Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
· Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
· Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
· Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
· Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
· Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
· Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
· Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
· Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
· Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
· Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
· Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
· Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
· Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν
· Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ… Καὶ νῦν…

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

ὁ Διάκονος:
·Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ χορός: Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
·Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
· β’ χορός: Κύριε ἐλέησον.
Ὑπέρ της εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
· α’ χορός: Κύριε ἐλέησον.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
· β’ χορός: Κύριε ἐλέησον.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
· α’ χορός: Κύριε ἐλέησον.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
· β’ χορός: Κύριε ἐλέησον.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
· α’ χορός: Κύριε ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
· β’ χορός: Κύριε ἐλέησον.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
· α’ χορός: Κύριε ἐλέησον.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
· β’ χορός: Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
· α’ χορός: Κύριε ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ὁ α’ χορός: Σοὶ Κύριε.

ὁ Ἱερεύς:

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἉγίῳΠνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Μεθ’ ὃ κλείεται ἐντελῶς ἡ Ὡραία Πύλη, ὁ Ἀναγνώστης ἀναγινώσκει μεγαλοφώνως τά “Πρὸς Κύριον” ἤτοι τὸ ΙΗ’ (18ον) Κάθισμα τοῦ ψαλτηρίου.



ΠΡΩΤΗ ΣΤΑΣΙΣ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ



ΨΑΛΜΟΣ ΡΙΘ’ 119

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τὶ δοθείη σοι, καὶ τὶ προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς, ἄνθραξι τοῖς ἐρημικοῖς, Οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ΄ πολλὰ παρῴκησεν ἡ ψυχή μου, Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός, ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

ΨΑΛΜΟΣ ΡΚ’ 120

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τόν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος, Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ ΡΚΑ’ 121

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα, Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.

ΨΑΛΜΟΣ ΡΚΒ’ 122

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτερῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

ΨΑΛΜΟΣ ΡΚΓ’ 123

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ, εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὁδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῤύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρίς)



Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
· Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.

Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ



Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΨΑΛΜΟΣ ΡΚΔ’ 124

Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν΄ εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

ΨΑΛΜΟΣ ΡΚΕ’ 125

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν καὶ ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν΄ Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.



ΨΑΛΜΟΣ ΡΚΣΤ’ 126

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν. Ἐγείρεσθε μετὰ τὸ καθῆσθαι οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῶ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν, οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

ΨΑΛΜΟΣ ΡΚΖ’ 127

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι,μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

ΨΑΛΜΟΣ ΡΚΗ’ 128

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες΄ Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (3)



Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
· Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῶ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.

Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ, Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΣΤΑΣΙΣ ΤΡΙΤΗ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ



Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΨΑΛΜΟΣ ΡΚΘ’ 129

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε΄ Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχὴ μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΛ’ 130

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ ΡΛΑ’ 131

Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σύ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς. Καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὴν θύραναὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῶ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῶ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτόν ἐξανθήσει τὸ ἁγίασμά μου.

ΨΑΛΜΟΣ ΡΛΒ’ 132

Ἰδοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών, ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ ΡΛΓ’ 133

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

(ΕΜΜΕΛΩΣ)

ü Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.

Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοὶ ὁ Θεός, (τρὶς)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.


· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).
· Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 



Οἱ χοροὶ ταπεινῇ τῇ φωνῇ ψάλλουσι τό, Κύριε ἐκέκραξα…, εἰς ἦχον τοῦ Ἰδιομέλου τοῦ Τριῳδίου.

ὁ α’ χορός

Ἦχος πλ. δ΄

Ψαλμὸς ρμ’ (140)
Ἀμήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα΄ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

ὁ α’ χορός

Ἦχος πλ. δ΄

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Νηστεύοντες ἀδελφοὶ σωματικῶς, νηστεύσωμεν καὶ πνευματικῶς, λύσωμεν πάντα σύνδεσμον ἀδικίας, διαρρήξωμεν στραγγαλιάς, βιαίων συναλλαγμάτων· πᾶσαν συγγραφήν ἄδικον διασπάσωμεν, δώσωμεν πεινῶσιν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσαγάγωμεν εἰς οἴκους, ἵνα λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα ἔλεος

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

Νηστεύοντες ἀδελφοὶ σωματικῶς……



ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Στιχηρό Μαρτυρικό

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα σαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ὁ Θεός, ἐλέησον ἡμᾶς.



Εἶτα, προσόμοια τοῦ Κυρίου Ἰωσὴφ

ὁ β’ χορός

Ἦχος β’

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ὡς ὡράθης Χριστὲ 

Φεγγοβόλους ὑμᾶς, ὡς ἀστραπὰς εἰς πάντα Κόσμον, Ἰησοῦς ὁ νοητὸς ὄντως ἥλιος ἐξαποστείλας, ἀπεμείωσε ταῖς λαμπρότησι, τοῦ ὑμῶν ἐνθέου κηρύγματος, πλάνης τὸ σκότος, θεόπται Ἀπόστολοι, καὶ ἐφώτισε τοὺς ἐν ζόφῳ, τῆς ἀγνωσίας κεκρατημένους πονηρῶς, ὅνπερ ἐκδυσωπήσατε, καταπέμψαι καὶ ἡμῖν τὸν φωτισμόν, καὶ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.



Ἀρετῶν Ἠλιού, προσεπιβὰς ἅρματι θείῳ, τῇ νηστείᾳ λαμπρυνθεὶς ἀνεφέρετο, ἐπὶ τὸ ὕψος τὸ οὐράνιον. Τοῦτον ζήλωσον, ταπεινὴ ψυχή μου καὶ νήστευσον, πάσης κακίας, καὶ φθόνου καὶ ἔριδος, καὶ τρυφῆς ἀπορρεούσης, καὶ ἐνηδόνου, ὅπως ὀδύνην χαλεπὴν ἐκφύγῃς, διαιωνίζουσαν, τῆς γεέννης ἐκβοῶσα τῷ Χριστῷ. Κύριε δόξα σοι.

Ἕτερον τοῦ Κυρίου Θεοδώρου

ὁ β’ χορός

Ἦχος πλ. α’



Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὅσιε Πάτερ



Ἀπόστολοι θεῖοι, τοῦ Κόσμου θερμότατοι πρεσβευταί, καὶ τῶν ὀρθοδόξων προασπισταί, ἔχοντες παρρησίας τὸ κράτος, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ ἡμῶν αἰτήσασθε, δεόμεθα πανσεβάσμιοι, ἵνα τῶν Νηστειῶν, τὸν ἀγαθὸν καιρόν, εὐμαρῶς ποιησώμεθα, καὶ τῆς ὁμοουσίου Τριάδος, τὴν χάριν δεξώμεθα. Μεγαλοκήρυκες ἔνδοξοι, εὔχεσθε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΤΟΥ ΜΗΝΑΙΟΥ

ὁ α’ χορός

Ἦχος β’

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Κόσμου τοὺς θορύβους ἐκφυγών, ἐν ἀταραξίᾳ παμμάκαρ τὸν νοῦν ἐφύλαξας, μὴ περιπλανώμενον, μηδὲ ῥεμβόμενον, ταῖς τοῦ βίου συγχύσεσι, καὶ ταῖς τρικυμίαις, ἀλλ’ ἀνατεινόμενον, καὶ ἄνω βλέποντα, πόθῳ πρὸς τὸν ἄνω Δεσπότην, πρὸς τὸν εὐεργέτην τῶν ὅλων, ἀξιομακάριστε Ἰάκωβε.



ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Κόσμου τοὺς θορύβους ἐκφυγών,………



ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ἔξω τῆς τοῦ κόσμου ταραχῆς, Πάτερ διεξάγων τὸν βίον, παθῶν ἐλεύθερος, γέγονας τῇ χάριτι περιφρουρούμενος, καὶ δαιμόνων τὰς φάλαγγας, ἀσκήσει συντόνῳ, καὶ θείαις ἀστράψεσι, καταστεψάμενος, χαίρων σὺν Ἀγγέλοις χορεύεις, ὧν τὴν πολιτείαν ἐκτήσω, περὶ τὸν Παντάνακτα καὶ Κύριον.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.





Ἔζης ἔξω κόσμου καὶ σαρκός, ὑπὲρ τὰ ὁρώμενα πάντα, ὡς τὴν ἀόρατον, δόξαν ἐνθυμούμενος, καὶ φανταζόμενος, τῆς σκηνῆς τὴν εὐπρέπειαν, τῆς ἐπουρανίου, καὶ τὴν ὡραιότητα τὴν ἀκατάληπτον, ἧς νῦν ἐμφορούμενος σῶσαι, τοὺς πιστῶς τιμῶντάς σε Πάτερ, τὸν Χριστὸν δυσώπησον Ἰάκωβε.

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

ὁ α’ χορός

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.



Ψαλλομένου τοῦ Θεοτοκίου.. ἀνοίγονται τὰ Βημόθυρα καὶ ἐξέρχονται τῆς βορείου Πύλης ὁ Διάκονος καὶ ὁ Ἱερεύς (ἤ μόνος ὁ Ἱερεύς), μετὰ τοῦ Εὐαγγελίου, καὶ προηγουμένου λαμπαδούχου γίνεται ἡ μικρὰ Εἴσοδος.



Εἴσοδος



Διάκονος: Σοφία Ὀρθοί !



Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ( χύμα ):

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.



Διάκονος: Ἑσπέρας.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Προκείμενον Ἦχος πλ. α’ Ψαλμὸς ια’

Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς.

Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.



Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Α’, 24 – Β’, 3)

Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, καὶ ἑρπετά, καὶ θηρία τῆς γῆς, κατὰ γένος, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς, κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη, κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς, κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἀνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν, τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὃ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ πνοὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε. καὶ ἰδού, καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανός καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.



Προκείμενον Ἦχος πλ. β’ Ψαλμὸς ιβ’

Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου.

Στίχ. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

ὁ Ἀναγνώστης: Κέλευσον!



Ὁ ἱερεὺς κρατῶν λαμπάδα ἀνημμένην καὶ θυμιατὸν ἐξηρτημένον, ἵσταται ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης καὶ σφραγίζων διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐκφωνεῖ:



Σοφία, Ὀρθοί.



Εἶτα ὁ Ἱερεύς, στρεφόμενος πρὸς τὸν λαὸν καὶ ἱστάμενος ἐπὶ τῆς Ὡραίας Πύλης, ἐκφωνεῖ:



+ Φῶς Χριστοῦ φαίνει πᾶσι.



Καὶ εὐλογῶν διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται ἐν τῷ Ἱερῷ.

Εἶτα ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Διάκονος: Σοφία. Πρόσχωμεν



(Κεφ. Β’, 1-22)

Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ, οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν· παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυρὸν ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις, ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ δὲ τὴν πορείαν αὐτῶν, τοῦ φυλάξασθαι ὁδοὺς δικαιωμάτων. καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Τότε συνήσεις δικαιοσύνην καὶ κρῖμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, βουλὴ καλὴ φυλάξει σε· ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους! Ὢ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῂ κακῂ! ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Υἱέ, μή σε καταλάβῃ βουλὴ κακή, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾍδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας, αὐτῆς. Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους τὰς τῶν δικαίων, λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοιἐξολοθρευθήσονται ἀπ’ αὐτῆς.




Ὁ ἱερεύς, εὐθὺς μετὰ τὸ τέλος τοῦ ἀναγνώσματος, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει σεμνῶς καὶ κατανυκτικῶς. (Κατὰ μὲν τὴν Α’ Ἑβδομάδα, τὴν Μεγάλην Ἑβδομάδα καθὼς καὶ εἰς μνήμας ἑορταζομένων Ἁγίων εἰς ἦχον πλ.β’, κατὰ δὲ τὰς ὑπολοίπους ἡμέρας εἰς ἦχον πλ.α’ ).



Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.



Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ νότιον μέρος τῆς Ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.



Στίχ α’. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι μὲ πρὸς σέ.

ὁ α’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.



Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ ὄπισθεν μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.



Στίχ, β’. Θοῦ, Κύριε, φυλακὴν τῶ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.



Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ βόρειον μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.



Στίχ, γ’. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.



ὁ α’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.



Ὁ ἱερεὺς ἐρχόμενος ἔμπροσθεν τῆς ἁγίας Τραπέζης λέγει ἐκφώνως.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.



Ὁ Ἱερεὺς εὑρισκόμενος ἤδη ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης ἐπαναλαμβάνει.



Κατευθυνθήτω ἡ προσευχή μου.



Ἐξελθὼν δὲ εἰς τὴν Ὡραίαν Πύλην, θυμιᾶ τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ ψάλλων.



ὡς θυμίαμα ἐνώπιόν σου.



Ἀκολούθως δὲ θυμιᾷ τὰς λοιπὰς εἰκόνας, τὸν Ναὸν καὶ τὸν λαόν, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἐπίλοιπον.

ὁ α’ χορός

Ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.






Ὁ Διάκονος ἐξελθὼν (ἢ ὁ Ἱερεὺς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ἱστάμενος), λέγει τὴν Ἐκτενῆ.



ΕΚΤΕΝΗΣ
· Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης της διανοίας ἡμῶν εἴπωμεν.
Κύριε ἐλέησον. ( ἅπαξ, χύμα εἰς τὸ κλιτόν).
· Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον. ( ἅπαξ, χύμα εἰς τὸ κλιτόν).
· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον. ( τρίς, χύμα εἰς τὸ κλιτόν).
· Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν( δεῖνος).
Κύριε ἐλέησον. ( τρίς, χύμα εἰς τὸ κλιτόν).



Μέχρι τοῦδε μόνον, κατὰ τὴν τάξιν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου.



Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος,

Ὁ Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ. Κύριε ἐλέησον. Οἱ πιστοί, ὑπέρ τῶν Κατηχουμένων δεηθῶμεν. Κύριε ἐλέησον. Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ. Κύριε ἐλέησον. Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. Κύριε ἐλέησον. Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. Κύριε ἐλέησον. Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Κύριε ἐλέησον. Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον. Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τούς Κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου΄ καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνη, ἐφ’ ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.

Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.



Καὶ ἐξαπλοῖ τὸ Εἰλητὸν συγχρόνως ὡς καὶ ἐν τῇ τοῦ Ι. Χρυσοστόμου Λειτουργίᾳ.


· Ὅσοι Κατηχούμενοι, προέλθετε, μή τις τῶν Κατηχουμένων.
Κύριε ἐλέησον.
· Ὅσοι πιστοί΄
· Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον.
· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον.
· Σοφία.

Ὁ Θεός, ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας, καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη, τὰ αἰνοῦντά σε, Κύριε, τὰς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη, καὶ τὴν διάνοιαν, τῇ σῆ κατασφαλιζόμενος χάριτι.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


· Ἔτι, καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον.
· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Κύριε ἐλέησον.
· Σοφία.

Δέσποτα Ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε, τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ Θεοῦ ἡμῶν, τοῦ Βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ Σῶμα, καὶ τὸ ζωοποιὸν Αἷμα, κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει Τραπέζῃ, ὑπὸ πλήθους στρατιὰς οὐρανίου ἀοράτως δορυφορούμενα, ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι΄ ἵνα, δι’ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι, υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.

Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ’ οὐ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Καὶ ψάλλεται ὑπὸ τοῦ α’ χοροῦ ἀργῶς καὶ κατανυκτικῶς εἰς ἦχον πλ. β’ ἀντὶ τοῦ χερουβικοῦ τὸ ἑπόμενον, ὅπερ ἀναγινώσκει καὶ ὁ ἱερεὺς μυστικῶς (ἐκ γ’) ἔμπροσθεν τῆς ἁγίας Τραπέζης προσκυνῶν τρίς, μετὰ τοῦ διακόνου.

ὁ α’ χορός

Νῦν αἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης.



Ἐδῶ διακόπτεται ὁ ὕμνος, Γίνεται ἡ εἴσοδος ἐν ἀπολύτῳ σιγῇ, τοῦ Ἱερέως φέροντος τὸν Ἀέρα ἐπὶ τῆς κεφαλῆς καὶ κρατῶν τὰ Ἅγια, Διότι τὰ Δῶρα εἶναι προηγιασμένα, ὁ λαὸς γονατίζει εὐλαβῶς, ἐγείρεται δὲ ὅταν ἐναποτίθενται ἐπὶ τῆς Ἁγίας Τραπέζης.



Ὁ α΄χορὸς ψάλλων, ἐξακολουθεῖ τὸ διακοπὲν μέλος:



Ἰδοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα.



ὁ Διάκονος:

ΤΑ ΠΛΗΡΩΤΙΚΑ
· Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Κύριε ἐλέησον.
· Ὑπέρ τῶν προτεθέντων καὶ προαγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
· Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
Κύριε ἐλέησον.
· Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε ἐλέησον.
· Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε.
· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
· Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
· Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
· Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
· Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Παράσχου Κύριε.
· Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοί Κύριε

Ὁ τῶν ἀῤῥήτων καὶ ἀθεάτων Μυστηρίων Θεός, παρ’ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι΄ ὁ τὴν διακονίαν τῆς Λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλήν σου φιλανθρωπίαν, εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, αὐτός, ἀόρατε Βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔπιδε ἐφ’ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τῷ ἁγίῳ σου τούτῳ θυσιαστηρίῳ, ὡς τῷ Χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ’ ᾧ ὁ μονογενής σου Υἱὸς καὶ Θεὸς ἡμῶν, διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται Μυστηρίων΄ Καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, ἁγιασμῷ ἀναφαιρέτῳ, ἵνα, ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, καὶ πεφωτισμένῃ καρδίᾳ, τῶν θείων τούτων μεταλαμβάνοντες Ἁγιασμάτων, καὶ ὑπ’ αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι, ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ, ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης΄ καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς Ἁγίοις σου, τοῖς ἀπ’ αἰῶνος σοι εὐαρεστήσασιν.

ὁ Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὀνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.



ὁ Ἱερεὺς: + Εἰρήνη πᾶσι.

ὁ β’ χορός

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ὁ α’ χορός

Σοί, Κύριε.

Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτόν, καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων Μυστηρίων΄ Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.

ὁ Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών΄ καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου σου Αἵματος, καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.



Ὁ Ἱερεὺς κεκαλυμμένων ὄντων τῶν θείων Δώρων, βαλὼν τὰς χεῖρας ὑπὸ κάτω τοῦ Ἀέρος, ἅπτεται τοῦ ζωοποιοῦ Ἄρτου μετ’ εὐλαβείας καὶ φόβου πολλοῦ.



ὁ Διάκονος: Πρόσχωμεν.



ὁ Ἱερεὺς: Τὰ προηγιασμένα Ἅγια τοῖς Ἁγίοις.



ὁ α’ χορός (χύμα είς τὸ κλιτὸν)

Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.



Κοινωνικὸν

ὁ β’ χορός

ἦχος α’ ἐκ τοῦ Κε.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.



ὁ Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.



ὁ α’ χορός( χύμα εἰς τὸ κλιτὸν)

Ἀμήν. Εὐλογημένος ὁ Ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.

Ὅταν τελειώσει ἡ μετάληψις τῶν πιστῶν, ὁ Ἱερεὺς εὐλογῶν τὸν λαόν, ἐκφωνεῖ μεγαλοφώνως.



Σῶσον, ὁ Θεός, τὸν λαὸν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.



ὁ α΄ χορὸς ψάλλει (ἀντὶ τοῦ ”Εἴδομεν τὸ φῶς”), τὸ ἑξῆς:

ἦχος β’

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου΄ Ἄρτον οὐράνιον, καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος΄ Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.



ὁ Ἱερεὺς θυμιῶν τὰ Ἅγια λέγει ἐκ τρίτου ( μυστικῶς): Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.



Καὶ ὁ μὲν Διάκονος, λαμβάνων παρὰ τοῦ Ἱερέως τὸ ἅγιον Δισκάριον σὺν τοῖς λοιποῖς, ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά.



Ὁ δὲ Ἱερεὺς προσκυνήσας λέγει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης.



Εὐλογητός, ὁ Θεὸς ἡμῶν.



Καὶ λαβὼν τὸ ἅγιον Ποτήριον, κεκαλυμμένον λέγει.



Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.



Καὶ εὐθὺς ὁ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν, ἀφήνει τὸ ἅγιον Ποτήριον, ἐπιστρέφει εἰς τὴν ἁγίαν Τράπεζαν, καὶ διπλοῖ τὸ Ἀντιμήνσιον.



ὁ Διάκονος:
· Ὀρθοί, Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν φρικτῶν τοῦ Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
. Κύριε ἐλέησον.

· Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Σοί, Κύριε.

Εὐχαριστοῦμέν σοι τῷ Σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, καὶ δεόμεθά σου, Δέσποτα Φιλάνθρωπε, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου, καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.



Ὁ Ἱερεύς, λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον, ποιεῖ δι’ Αὐτοῦ Σταυρὸν καὶ ἀποτίθησιν αὐτὸ ἐπὶ τοῦ διπλωθέντος ἤδη Ἀντιμηνσίου.



Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ὁ Ἱερεὺς: Ἐν εἰρήνῃ προέλθωμεν. 

ὁ α’ χορός : Ἐν ὀνόματι Κυρίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ χορός: Κύριε, ἐλέησον (γ’ )



Ὁ Ἱερεὺς: (Στὰς πρὸ τῆς Δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ)

Δέσποτα Παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα, ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως, ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, Ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τήν ἁγίαν Ἀνάστασιν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



(Χύμα εἰς τὸ κλιτὸν)

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.(τρίς)



Ὁ δὲ Ἱερεὺς ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀναγινώσκει τὴν εὐχὴν ταύτην.



Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου Μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ, καὶ κληρονόμους ἀνάδειξον τῆς Βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ χορός

Κύριε ἐλέησον.



Ὁ Ἱερεὺς: + Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ’ ὑμᾶς, τῇ Αὐτοῦ θείᾳ Χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΑΠΟΛΥΣΙΣ



Ὁ Ἱερεὺς: Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ ἁγίου του Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.



Κατὰ δὲ τὴν διάρκειαν τῆς ἀναγνώσεως τῶν ψαλμῶν ὁ Ἱερεὺς διανέμει τὸ Ἀντίδωρον.



ΨΑΛΜΟΣ ΛΓ’ 33

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου΄ ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνήρ, ὅς ἐλπίζει ἐπ’ Αὐτόν. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τὶς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινούς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν.

ΨΑΛΜΟΣ ΡΜΔ’ 144

Ὑψώσω σε, ὁ Θεός μου, ὁ Βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς ὁ Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τούς κατερραγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδεις τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σάρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.



Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.



Ἀμήν.

ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ