ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


30 ΜΑΡΤΙΟΥ 2013

Σάββατον τῆς Β’ Ἑβδομάδος τῶν Νηστειῶν.

᾿Ιωάννου ὁσίου, συγγραφέως τῆς «Κλίμακος» (†615).




ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ



Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…



Καὶ ψάλλομεν τετράκις εἰς ἦχον β’ τό,

ὁ α’ χορὸς

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀπολυτίκιον ἦχος β’

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… ἦχος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος… 

Μετὰ τὴν Α’ Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

ὁ α’ χορὸς

Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Ὡς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων, μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ Οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν πᾶσιν ἰάματα.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.



Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

ὁ α’ χορὸς



Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τοὺς μάρτυρας Χριστοῦ ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν σωτηρίαν αἰτοῦνται, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.

ὁ β’ χορὸς



Δόξα… Νεκρώσιμον

Ὅμοιον

Ὁ σάρκα δι’ ἡμᾶς ἐκ Παρθένου ἀτρέπτως, φορέσας ἐκ Μητρός, ἐπ’ ἐσχάτων τῶν χρόνων, καὶ γινώσκων ὡς Κύριος, τὸ καθ’ ἡμᾶς εὐόλισθον, ἄνες, οἴκτειρον, τούς μεταστάντας τοῦ βίου· σοὶ γὰρ Δέσποτα, ψυχὰς ἀνέθεντο πίστει, τῷ μονῳ Θεῷ ἡμῶν.



ὁ α’ χορὸς



Καὶ νῦν … Θεοτοκίον

Αὐτόμελον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.






(ὁ Ἄμωμος εἰς στάσεις δύο)

τὰ Εὐλογητάρια.

Ἦχος πλ. α’

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δόξα Πατρί… Τριαδικὸν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Καὶ νῦν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

ὁ β’ χορὸς

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

Καί ἀναύπασον τοὺς δούλους Σου.


ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

ὁ β’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)

Εἶθ’ οὕτως,

ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).

ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Καθίσματα Ἦχος πλ. α’

ὁ β’ χορὸς

Ἀμὴν. Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα


[Ἡ στιχολογία τῶν ἐννέα ᾠδῶν καὶ]



Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.



Κλῖμαξ πέφηνας τῶν ἀρετῶν παμμάκαρ.



Ἐν δὲ τοῖς Θεοτοκίοις Κλήμεντος



ᾨδὴ α’ Ἦχος α’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

ᾨδὴν ἐπινίκιον ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.



Καλῶς βδελυξάμενος τὸν κάτω κόσμον, τὸν ἄνω ἀπείληφας, Ἰωάννη πάνσοφε· διὸ διδάσκεις ἡμᾶς, τοῦ κόσμου εἶναι τὴν φυγήν, Θεοῦ οἰκείωσιν.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λιμοῦ προσπαθείᾳ σου λύσας τὴν νόσον, τὸν ἄρχοντα ἔδησας τῶν παθῶν μακάριε, σειραῖς ἀγώνων σου, καὶ ἀπαθείας ἔπαθλα, ἐστέφθης παρὰ Χριστοῦ τοῦ Θεοῦ.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰσάγγελον φρόνημα λαβὼν θεόφρον, τοῦ κόσμου ἀπέρρηξας, σεαυτὸν πανόλβιε, τοῦ γεηροῦ καὶ φθαρτοῦ· διὸ αὐλίζῃ προφανῶς, εἰς τὰς ἀΰλους μονάς.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Μακρὸν συγγραψάμενος τοῖς ὑπηκόοις, τὸν λόγον μακάριε, Ἰωάννη πάνσοφε, ταῖς διδαχαῖς σου αὐτούς, πρὸς μακαρίαν ἐκ τῆς γῆς, ἀναβιβάζεις ζωήν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Κηρύττει τὸν τόκον σου ἡ Ἐκκλησία, Παρθένε Θεόνυμφε, ὀρθοδόξῳ στόματι, καὶ δόγμασι θεϊκοῖς, τὰ σύμβολα δὲ τῆς σαρκός, τοῦ σοῦ Υἱοῦ προσκυνεῖ.



ᾨδὴ γ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.

ὁ β’ χορὸς

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες…..

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.



Εὗρες ὡς τερπνὸν θυμίαμα, τὴν ἀοργησίαν, πᾶσαν ἐκδιώξας θυμοῦ τὴν δυσωδίαν, ἐκ βάθους τῆς ψυχῆς σου· διὸ νῦν θεσπέσιε, ὑπὲρ ἡμῶν τῷ Λυτρωτῇ, ἁμαρτιῶν τήν λύσιν αἴτησαι.



ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.



Φλέξας τῷ πυρὶ μακάριε, τῆς Χριστοῦ ἀγάπης, νοῦν μνησικακίας ἔλαμψας ἀκτῖσι, πιστῶς φιλαδελφίας, καὶ ῥᾴστην ὑπέδειξας ὁδὸν Μακάριε, πρὸς σωτηρίαν πᾶσι, τρανῶν τὸ ἀμνησίκακον.

ὁ α’ χορὸς 

Δόξα Πατρί…



Ἦρας πρακτικῆς ἀσκήσεως, οὐρανόθεν χάριν· ὅθεν ἀποφράττεις χείλη καταλάλων, σοφαῖς διδασκαλίαις, ἐν αἷς ποδηγούμεθα, πρὸς ἀρετῶν πορείαν, ἧς καὶ τυχεῖν ἀξιωθείημεν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον



ᾞσε παρθενίᾳ τίκτειν σε ὁ Προφήτης πάλαι, ἄχρονον ἐν χρόνῳ, καὶ ὑπὲρ νοῦν καὶ λόγον, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν Θεὸν ἡμῶν, ὃν ἐξιλέωσας Ἁγνή, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.

ΚΑΤΑΒΑΣΙΑ

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς 

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.




Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

Κάθισμα 

ὁ β’ χορὸς 

Κάθισμα Ἦχος δ’

Ὁ ὑψωθεὶς

Τὰς ἀρετὰς πρὸς οὐρανὸν ἀναβάσεις, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν δαιμόνων ἐνέδρας, σκέπεις ἀλωβήτους δέ, τοὺς ἀνθρώπους ἐκ τούτων, ὦ Ἰωάννη κλῖμαξ ἀρετῶν, πάντας σωθῆναι ἱκέτευε Ὅσιε.

ὁ α’ χορὸς 

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστατο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.



ᾨδὴ δ’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς 

Ἐν πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε.



Νηστείᾳ χαλινώσας τῆς γλώττης τὰς ὁρμάς, ἡσυχίᾳ ἴθυνας τὸν βίον σου Σοφέ, ὡς ὀσμὴν δὲ πυρὸς γευσάμενος χάριν Ὑψίστου, πολυέπειαν ὡς ἀχλὺν τῆς ἁμαρτίας ἔφυγες, ἀμέμπτως λατρεύων Θεῷ.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀφθόνως ἀληθείᾳ γλυκάνας τὴν ψυχήν, τὴν πικρὰν ἐξέφυγες τοῦ ψεύδους μετοχήν· διὸ ἀσκήσει ἐνθέῳ καταδουλώσας, δαιμόνων δούλους θεορρῆμον Ἰωάννη, ὤφθης Μοναστῶν ὁδηγὸς ἀπλανής.

ὁ β’ χορὸς 

Δόξα Πατρί…

Στενούμενος τῷ τόνῳ ἀσκήσεως στερρῶς, ἀκηδίας λέλυκας τὴν πάρεσιν Σοφέ, καὶ προθυμίας τῷ δόρατι θανατώσας, τῆς ἀθυμίας τὴν ἰσχύν, Θεῷ πρεσβεύεις, πᾶσιν ἱλασμὸν δωρηθῆναι ἡμῖν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μακάριον τὸ ἔθνος πανύμνητε Ἁγνή, ὁ τιμᾶν ἠξίωται τὸν τόκον σου πιστῶς, ὀρθοδοξίᾳ καὶ δόγμασι καὶ τοῖς ἔργοις, τῆς ἀληθείας ἐν συμβόλοις ἐμφανίζον,



ὁ β’ χορὸς 



…….. πᾶσαν τοῦ Υἱοῦ σου τὴν σάρκωσιν.



ᾨδὴ ε’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς 

Νὺξ περιέσχε με Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς· διὸ μοι ἀνάτειλον, τῆς μετανοίας Κύριε, τὸν ὄρθρον ὡς εὔσπλαγχνος, πρὸ τοῦ με φθάσαι τὸ πέρας τὸ ἄδηλον, τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῆς ἐγκρατείας τῇ τρυφῇ, πιαινόμενος τὸν νοῦν, οὐκ ἔδωκας χείλη σου, τῆς ἡδονῆς τοῖς βρώμασι· διὸ ἀπηγχόνισας λιμῷ τὰ πάθη, καὶ δαίμονας ᾔσχυνας· καὶ γάρ ὁ θλίβων λοιμόν, θανατοῖ ἡδονάς.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὤφθης ἁγνείας ἐραστής, καὶ λαγνείας μισητής, τῷ φωτὶ ἐξέφυγες, πιστῆς ἐξαγορεύσεως, παθῶν τὴν σκοτόμαιναν· καὶ γὰρ ὁ θέλων καθᾶραι σῶμα καὶ νοῦν, θριαμβεύσει θερμῶς τὰ τοῦ σκότους κρυπτά.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νῷ καὶ ψυχῇ καὶ τῇ σαρκί, τῇ Τριάδι λειτουργῶν, εἰδώλων προσκύνησιν, σαφῶς ἀπεσκοράκισας, ἐλέῳ φιλόπτωχε, καὶ ἀναγκαίων τῇ σπάνει, καὶ γέγονας φιλόθεος ἀληθῶς, ἢ φιλάργυρος.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Ἄχθος τῆς ὕλης εὐσεβῶς, ἀπορρίψας ἐπὶ γῆς, ἀνέπτης πρὸς ἄϋλα, πτεροῖς ἀκτημοσύνης σου· διὸ παριστάμενος, ἀΰλως Πάτερ Χριστῷ σὺν Ἀΰλοις πιστῶς, αἴτησαι ἱλασμόν, ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἔχθιστοι ὤφθησαν ἡμῖν, καὶ ἐπάρατοι ὁμοῦ, τῆς σῆς Ἀειπάρθενε, οἱ προσκυνεῖν μὴ θέλοντες, μορφῆς τὸ Εἰκόνισμα, καὶ τοῦ Υἱοῦ σου, διότι οὐ πείθονται,

ὁ α’ χορὸς 



…….. τοῖς ἄνωθεν πατρικοῖς θείοις δόγμασι.







ᾨδὴ ς’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς 



Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ

σῷσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.

ὁ α’ χορὸς 

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ……

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ῥώμῃ νήψεως ἁγνῆς, καὶ ἀγῶσι προσευχῆς, τὸ ἀναίσθητον παθῶν, ἐξεδίωξας στερρῶς, τῆς σῆς ψυχῆς, καὶ ὅλος ὤφθης, Πάτερ νηφάλιος.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐν ἀΰπνῳ προσευχῇ, τὸν φιλόϋπνον ἐχθρόν, ὑποτάξας ἀνδρικῶς, ὤφθης γρήγορος ποιμήν, θεόληπτε, Χριστοῦ τῆς ποίμνης, καὶ διδασκάλων φωστήρ.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τοῦ νοὸς τὸν ὀφθαλμόν, καθαγνίσας εὐσεβῶς, ἀνυστάκτως τῷ Χριστῷ, λειτουργῶν διὰ παντός, προέβλεψας, τὰ θεῖα κάλλη, τῆς μακαρίας τρυφῆς.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ναυτιῶσι σάλῳ νῦν , ἀπιστίας τῆς πικρᾶς, καθορῶντες εὐλαβῶς, Ὀρθοδόξων τοὺς χορούς, οἱ ἄνομοι, ἀσπαζομένους, τὴν σὴν Παρθένε μορφήν.



ᾨδὴ ς’ Ἦχος πλ. δ’

Τὴν δέησιν ἐκχεῶ

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Οἱ Ἅγιοι διὰ πλείστων βασάνων, τὰς πολλὰς τῶν δυσμενῶν μυριάδας, καταβαλεῖν, ἠξιώθησαν Σῶτερ, καὶ τῶν πολλῶν ἀγαθῶν σου ἐπέτυχον, εὐχαῖς αὐτῶν ὡς ἀγαθός, τὰ πολλά μου ἐξάλειψον πταίσματα.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὑμνήσωμεν τοὺς Χριστοῦ Ἀθλοφόρους, καὶ βοήσωμεν αὐτοῖς ὁμοφρόνως, Δεσποτικῶν, μιμηταὶ παθημάτων, τὰ τῶν ψυχῶν ἡμῶν πάθη ἰάσατε, νηστεύειν τε ἀπὸ κακῆς, συνηθείας ἡμᾶς ἐνισχύσατε.

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Μετέβαλες τοῦ θανάτου εἰς ὕπνον, τὸ ἐπίπονον ἐν τάφῳ ὑπνώσας, καὶ τοῖς νεκροῖς, τὴν ζωὴν ἐδωρήσω, τοὺς μεταστάντας οὖν Σῶτερ ἀξίωσον, τῆς στάσεως τῶν ἐκλεκτῶν, Ἀθλοφόρων ἁγίων δεήσεσι.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νηστεύειν με καὶ ἀπέχεσθαι πάσης, ἁμαρτίας ἐνδυνάμωσον Κόρη, τὸν δυνατόν, ἀναμάρτητον Λόγον, σωματωθέντα ἀρρήτως κυήσασα, καὶ δίδου μοι καθαρτικόν, μολυσμάτων Πανάμωμε δάκρυον.

Ἕτερον Ποίημα Θεοδώρου

Εἱρμὸς ἄλλος

Ἦχος γ’

Βυθός μοι τῶν παθῶν ἐπανέστη

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.



Μαρτύρων μνήμην ἐπιτελοῦμεν ἐνθέως, φιλομάρτυρες δεῦτε, ἀγαλλιασώμεθα, ὕμνοις αὐτοὺς καταστέφοντες, τὸν ἀθλοθέτην Χριστὸν εὐλογοῦντες.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Μαστίγων πρῶτον πεῖραν λαβόντες, εἶθ οὕτω λιθασθέντες πρισθέντες, θηρσὶ βορὰ δίδοσθε, σφαγιάζεσθε ὡς ἄρνες Χριστοῦ, ἀλλὰ ζῆτε εἰς ἀεὶ Ἀθλοφόροι.

ὁ β’ χορὸς 

Δόξα…

Τὰ τρία μιᾷ φύσει συνάπτων, τὸ ἓν δέ, τρισὶ τέμνων προσώποις, ἃ ἡ Θεότης ἐστί, Σαβέλλιόν τε καὶ τὸν Ἄρειον, τοὺς ἰσομέτρους κρημνοὺς διαφεύγω.

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Παρθένος ὤφθης, καὶ μετὰ τόκον ἁγνεύεις· ἄμφω γὰρ καὶ λοχεύεις, ξενοπρεπὲς θέαμα, λεγόμενον, καὶ νοούμενον, ἐν σοὶ Θεομῆτορ.



ὁ α’ χορός



Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Μαρτυρικὸν

Τὸ αἷμα τῆς ὑμῶν καρτερίας, Κυρίῳ ἱκετεύει ἀπαύστως, ὑπὲρ ὑμῶν Μάρτυρες· διὸ καὶ νῦν, ὑπερεύξασθε νηστεύειν ἡμᾶς, ἐκ παθῶν ἀτιμίας.

ὁ α’ χορός



Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεκρώσιμον

Ὁ πάντα μέλλων κρῖναι τὸν Κόσμον, παρόντων μυριάδων Ἀγγέλων, ἀκαταγνώστως τότε παραστῆναί σοι καταξίωσον, τοὺς κοιμηθέντας, πιστῶς Πανοικτίρμον

ὁ β’ χορὸς 

Καταβασία

Ὁ Εἱρμὸς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων΄ ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον τοῦ Ἁγίου Ἦχος α’

Χορὸς ἀγγελικὸς

Καρποὺς ἀειθαλεῖς, ἐκ σῆς βίβλου προσφέρων, διδάγματα Σοφέ, καθηδύνεις καρδίας, τῶν τούτοις μετὰ νήψεως, προσεχόντων μακάριε· κλῖμαξ γὰρ ἐστι, ψυχὰς ἀνάγουσα γῆθεν, πρὸς οὐράνιον, καὶ διαμένουσαν δόξαν, τῶν πίστει τιμώντων σε.

Η΄

Κοντάκιον – Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Συναξάριον

Τῇ Λ‘ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος.

Στίχοι
Ἐπὶ κλίμαξι κλίμακας πυκνῶς, Πάτερ,
Τὰς σὰς ἀρετὰς θείς, ἔφθασας πόλου μέχρι.
Χαῖρεν Ἰωάννης τριακοστῇ ἐξαναλύων.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωάδ.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν τῷ Φρέατι.



Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Εὐβούλη, ἡ μήτηρ τοῦ Ἁγίου Παντελεήμονος, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι
Ἐν οὐρανοῖς σύνεστιν ἀθλητῇ Τέκνῳ,
Ἀθλητομήτωρ καλλίτεκνος Εὐβούλη.



Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος, Ἰωάννης, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.




ᾨδὴ ζ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς 



Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορὸς 

Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν



Ὡς τῆς ἀνδρείας ξίφει καθελών, Πανεύφημε, θράσους νηπιώδους δειλίας, ὤφθης στερρὸς καὶ φοβερός, πνεύμασιν ὄντως ἀκαθάρτοις ἅπασιν· Εὐλογητὸς ὁ Θεός, ὁ θαυμαστώσας σε.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νόμῳ Χριστοῦ ἐνθέως πειθαρχῶν, ἐπάτησας δόξαν φερωνύμως τὴν κενήν, μόνῳ Θεῷ τῷ ἐν κρυπτῷ, φέρων τοὺς κόπους τῆς στερρᾶς ἀσκήσεως, ὃς ἀποδίδωσιν εἰς φανερόν τοὺς μισθούς.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Πρὸς ἀοράτους φάλαγγας παθῶν, ἀράμενος πόλεμον, ἐδείχθης νικητής, ὡς ταπεινὸς τῷ λογισμῷ καὶ τῇ καρδίᾳ· τὸν γὰρ ὑπερήφανον καὶ ἀλαζόνα ἐχθρόν, τούτοις κατέτρωσας.

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τῆς σῆς Χριστὲ σαρκώσεως τιμῶν, τὴν ἕνωσιν ταύτης καὶ τὸ εἶδος προσκυνῶ, θεοπρεπῶς, ὅτι Θεὸς ὢν πρὸ αἰώνων, ἐκ Παρθένου γέγονας, βροτὸς ἀφύρτως αὐτός, κατ’ ἄμφω τέλειος





ᾨδὴ ζ’

Παῖδες Ἑβραίων ἐν καμίνῳ

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.



Ὄμβροις ἐσβέσατε αἱμάτων, παναοίδιμοι τὴν φλόγα τῆς ἀπάτης, τοῦ πυρὸς οὖν ἡμᾶς, τοῦ μέλλοντος πρεσβείαις, ταῖς πρὸς Χριστὸν λυτρώσατε, τοῦ Κυρίου Ἀθλοφόροι.

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.



Στόματα φράξαντες λεόντων, τῶν βασάνων τὴν πυρὰν ὑπενεγκόντες, Ἀθλοφόροι τρυφήν, τὴν κρείττονα κληροῦσθε, ἧς περ τυχεῖν δεήθητε, καὶ ἡμᾶς εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.



Ὅλῳ φωτὶ περιλαμφθέντες, τῷ τοῦ πνεύματος γενναῖοι Ἀθλοφόροι, μεταστᾶσι πιστοῖς, τὴν ἄνεσιν αἰτεῖτε, καὶ Παραδείσου εἴσοδον, καὶ ζωῆς τὴν μετουσίαν.

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὕμνον προσάγω σοι Παρθένε, μὴ παρίδῃς με κακοῖς κεκρατημένον· ἀλλὰ δίδου Ἁγνή, διόρθωσιν τελείαν, διὰ νηστείας πάσης τε, ἀγωγῆς ἀγαθοτρόπου.

Εἱρμὸς ἄλλος

Ὁ τὴν φλόγα δροσίσας

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.



Πῦρ καὶ ξίφος καὶ θήρας Ἀθλοφόροι, ὡς τρυφὴν λογισθέντες κατεπλήξατε, τοὺς φονεῖς ὑμῶν, ἀνυμνοῦντες Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.



Μεληδὸν συγκοπέντες καὶ καέντες, τῷ Χριστῷ, ἀνηνέχθητε θυσία, εὐωδεστάτη Χριστοῦ Μάρτυρες, ἀλλ’ αὐτὸν ὑπὲρ ἡμῶν, ἀεὶ πρεσβεύσατε.

ὁ α’ χορός

Δόξα…

Ἐν Τριάδι ἕνα Θεὸν δοξάζω, τὸν Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Μονάδα ἁπλήν, Τριάδα σεπτήν, ἀρχὴν προάναρχον, καὶ ὁμοούσιον.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Παναγία Δέσποινα Θεοτόκε, τὰς εὐχὰς τῶν δούλων σου δεχομένη, προσένεγκε τῷ πάντων Θεῷ, ἵνα σώσῃ ἡμᾶς, ἀπὸ παντὸς πειρασμοῦ.

ὁ α’ χορός



Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μαρτυρικὸν

Τῶν Μαρτύρων οἱ δῆμοι οὐρανόθεν, τοὺς ὑμᾶς ἀνυμνοῦντας ἐπιστάντες, εὐλογήσατε, ἁγιάσατε προθύμως, τῶν Νηστειῶν, διατελεῖν τὸν καιρόν.

ὁ β’ χορός

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον

Τῶν ἐν πίστει πρὸς σὲ μετατεθέντων ὁ συνιὼν τὰ ἔργα τῶν ἀνθρώπων, τὰ ἑκούσια, καὶ ἀκούσια πταίσματα συγχωρῶν, ἀνάπαυσον ὡς Θεός.



ᾨδὴ η’ Ὁ Εἱρμὸς

Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.



Ὂν φρίττουσιν Ἄγγελοι,……

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν



Ἀπλάστοις σου ἤθεσι μειώσας ἀκραιφνῶς, τὸν τρόπον τὸν ὕπουλον, ὡς δύσχρηστον φυγών, πραέων τοῖς τόποις ἐπαυλίζῃ σαφῶς, ὡς πράως βιώσας, θεόφρον Ἰωάννη.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν



Μητέρα καὶ φύλακα πασῶν τῶν ἀρετῶν, τὴν θείαν ταπείνωσιν, ὑπέγραψας ἡμῖν· καὶ γὰρ ὡς ὑπάρχων, ἀρχιτέκτων σοφός, τῆς θείας ἀνόδου, τὴν βάσιν κατεπήξω.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μετέσχες τῆς χάριτος τοῦ Πνεύματος σαφῶς, καὶ πάντας ἐπλήρωσας, τοῦ θείου φωτισμοῦ, διάκρισιν ὄντως ἡμῖν εὐδιάκριτον, τῇ πράξει διδάξας, καὶ παιδεύσας τοῖς λόγοις.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Οὐ γράφω Θεότητα, μὴ ψεύδεσθε τυφλοί· ἁπλῆ γὰρ ἀόρατος, ἀνείδεός ἐστι· σαρκὸς δὲ τὸν τύπον ἱστορῶν προσκυνῶ, καὶ πίστει δοξάζω, τὴν τεκοῦσαν Παρθένον.



ᾨδὴ η’

Νικηταὶ τυράννου

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Τῶν βασάνων εἴδη, ἀσθενείᾳ σώματος ὑπενεγκόντες, ἰατροὶ νοσούντων, Ἀθλοφόροι ὤφθητε· ὅθεν κραυγάζω. Τὴν ἐμὴν νοσοῦσαν ψυχὴν ἰατρεύσατε, χρόνῳ τῆς Νηστείας, διὰ τῆς μετανοίας.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Οἴμοι! πῶς παρῆλθον, πᾶσαι αἱ ἡμέραι μου ἐν ἀμελείᾳ, καὶ ἰδοὺ τὸ τέλος, φθάνει ἀτελείωτον, καλῶν λαβεῖν με. Οἱ καλῶς τὸν δρόμον, τελέσαντες Μάρτυρες, τέλος ἀγαθόν μοι, γενέσθαι δυσωπεῖτε.

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Σταλαγμοῖς αἱμάτων, τὴν πυρὰν ἐσβέσατε τῆς ἀθεΐας, θεῖοι Ἀθλοφόροι, καὶ τοῖς ἐκδημήσασι τοῦδε τοῦ βίου, ἐξαιτεῖτε ὄντως, τὴν θείαν ἀνάπαυσιν, καὶ τῶν πεπραγμένων, τὴν λύσιν εἰς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἰεζεκιὴλ σε, πύλην ἀδιόδευτον Ἁγνὴ προεῖδε, μετανοίας πύλας, πᾶσιν ὑπανοίγουσαν ἀπεγνωσμένοις· ὅθεν δυσωπῶ σε, τρίβους μοι ὑπάνοιξον, τὰς πρὸς τὰς ἐκεῖθεν, φερούσας καταπαύσεις.

Εἱρμὸς ἄλλος

Τὸν ἐξ ἀνάρχου

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.



Τοὺς πολυάθλους αἰκισμούς, διαφόρως ὑπομείναντες, οἱ μὲν καέντες, ἕτεροι πρισθέντες, ἄλλοι δὲ τεμνόμενοι, εὐφραίνεσθε Ἀθληταί, ἀναμέλποντες Χριστῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἐν τοῖς αἵμασιν ὑμῶν, ἁγιάζετε τὰ πέρατα, μικραῖς ῥανίσι, ῥεῖθρα ἰαμάτων πᾶσιν ἀναβλύζοντες, πανεύφημοι Μάρτυρες· διὸ βοᾶτε ἀεί· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Ἡ τρισυπόστατος Μονάς, ὁ Πατὴρ ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, μία Θεότης, μία Βασιλεία, σὲ αἰνεῖ τὸ ἄδυτον φῶς, Ἀγγέλων αἱ στρατιαί, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ὑμνοῦμεν, εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ἰδοὺ πᾶσαι γενεαί, μακαρίζομέν σε Ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις ὑπερφυῶς, τὸν τοῦ παντὸς Ποιητήν, Θεὸν ὄντα καὶ βροτόν· διό σε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Μαρτυρικὸν

Τῶν Ἀθλοφόρων ὁ χορός, δυσωπήθητι τοῦ σῶσαι ἡμᾶς, πρὸς τὸν Σωτῆρα, τὰς ἱκετηρίας, καὶ τανῦν ποιούμενοι, λατρεύειν εἰλικρινῶς, δι’ ἐγκρατείας αὐτῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεκρώσιμον

Τοὺς Κοιμηθέντας εὐσεβῶς, ἐλπίδι ἀναστάσεως, πρὸς αἰωνίαν ζωὴν ἐγερθῆναι, Κύριε, ἀξίωσον αἰνεῖν σε εἰλικρινῶς, καὶ δοξάζειν ψαλμικῶς· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.





Καταβασία

ᾠδὴ η’

ὁ β’ χορὸς 

ἦχος γ’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς 

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τῆς χάριτος, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν



Ἀΰλῳ νῷ ἀναπτὰς πρὸς τὰ ἄϋλα, θεωρημάτων βυθὸν σὺ κατείληφας, καὶ τυχὼν τῆς χάριτος τοῦ Ἁγίου Πνεύματος, δι’ ἐκτενοῦς προσευχῆς κατηξιώθης, τοῦ προορᾶν τῶν μελλόντων τὴν δήλωσιν.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Καταναλώσας τὸ ἔνυλον φρόνημα, τῆς προσευχῆς τῇ φλογὶ Ὁσιώτατε. Ὅλος πῦρ ἐνέφηνας, Ἰωάννη πάνσοφε θεόφρον· διὸ ἐκστὰς εὐσεβῶς ταῖς θεωρίαις, τὴν ἀγαθήν ἠλλοιώθης ἀλλοίωσιν.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν



Ἀπονεκρώσας τὰ πάθη ἀσκήσει σου, πρὸς τελειότητα Πάτερ ἀνέδραμες, ἀπαθείας Ὅσιε· διὸ νῦν δεήθητι Θεοῦ, ὑπὲρ εἰρήνης παντὸς τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν



Ῥώμην λαβὼν ἐν τῇ πίστει Πατὴρ ἡμῶν, καὶ πτερωθεὶς τῇ ἀγάπῃ ἀνέδραμες, ἀρετῶν πρὸς κλίμακα, εὐσθενῶς καὶ βέβηκας, ἐν τῇ Ἀγάπῃ Χριστοῦ· καὶ γὰρ ἐν ταύτῃ, τῶν ὀρεκτῶν ἐστι πάντων τὸ πλήρωμα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σοῦ τῆς λοχείας Ἁγνὴ τὸ παράδοξον, καὶ ἐπὶ τοίχων γραφαῖς ἀσπαζόμεθα, οὗ τὸ ἔργον σέβομεν, καὶ τὸ εἶδος τιμῶμεν, τὸ ἀληθὲς ἐξ ἀμφοῖν ὁμολογοῦντες, ὀρθοδοξίας εἰκότως πληρούμεθα.



ᾨδὴ θ’

Ὅρους παρῆλθες τῆς φύσεως

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὤφθητε θεῖοι ὡς ἄνθρακες, ὕλην πονηρὰν ἀθεΐας συμφλέξαντες, καὶ στίφη τῶν δαιμόνων ξίφει συγκόψαντες, γενναῖοι Ἀθλοφόροι, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Σκότος βασάνων διήλθετε, καὶ πρὸς φωτισμὸν νοητὸν μετοικίσθητε, γενναῖοι Ἀθλοφόροι· διὸ φωτίσατε τὴν ταπεινὴν ψυχήν μου, ἐσκοτισμένην πλημμελήμασιν.

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἤλγησαν πόνους προσφέροντες, οἱ πανευκλεεῖς Ἀθλοφόροι τοῦ σώματος, καὶ νῦν τοῖς μεταστᾶσι πιστοῖς τὴν ἄπονον, ἀνάπαυσιν αἰτοῦνται, καὶ παραδείσου τὴν ἀπόλαυσιν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φάνηθι ἄχραντε Δέσποινα, θεῖος συνεργὸς τοῖς ἀχρείοις οἰκέταις σου, καιρῷ τῆς ἐγκρατείας, τὰς προσευχὰς ἡμῶν προσάγουσα Κυρίῳ, τῷ τῶν αἰώνων βασιλεύοντι.



Εἱρμὸς ἄλλος

Σὲ τὴν ἀθάνατον

ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὡς πῦρ ἐμβληθέντες ἐκ Θεοῦ, εἰς τὴν γῆν καταφλέξατε, πᾶσαν πλάνην εἰδώλων, ἀνάψαντες πυρσόν, εἰς τὰ πέρατα εὐσεβείας, Ἀθλοφόροι Χριστοῦ.



ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὑμᾶς οὔτε φλόγες οὐ σφαγαί, οὐ τροχοὶ οὐκ ἀρθρέμβολα, καταπέλται, πριστῆρες, οὐκ ἄλλη βάσανος πικρὰ διεχώρισε, τῆς ἀγάπης Χριστοῦ Ἀθληταί.

ὁ α’ χορός

Δόξα…

Ἓν καὶ τρία ἀνυμνῶ, εὐσεβῶς τὴν Θεότητα, τῇ μορφὴ τοῖς προσώποις, συνάπτων καὶ διαιρῶν, ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα· ταῦτα Ἓν εἰσι.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν ἐκ ῥίζης Ἱεσσαί, καὶ Δαυῒδ τοῦ προπάτορος, ἐκβλαστήσασαν ῥάβδον, πανάχραντε Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μαρτυρικὸν

Πληθὺς Μαρτύρων ἡ σεπτή, τὸν Χριστὸν ἐκδυσώπησον, ἐν εἰρήνῃ πληροῦντας τὸν δρόμον τῶν Νηστειῶν, κατιδεῖν ἡμᾶς, καὶ προσκυνῆσαι καὶ τὰ Πάθη αὐτοῦ.

ὁ β’ χορός



Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Νεκρώσιμον

Νεκρῶν καὶ ζώντων ὡς Θεός, ὁ νεκρώσας τὸν θάνατον, καὶ ζωὴν τῇ Ἐγέρσει σου πᾶσι παρασχών, Χριστὲ ἀνάπαυσον, καὶ τοὺς δούλους σου, οὓς μετέστησας.



ᾠδὴ θ’ 

Καταβασία

ὁ α’ χορός

Ἦχος γ’

Σὲ τὴν ἀθάνατον πηγήν, τὴν δι’ Ἁγίων ἰάματα, τῷ γένει τῶν ἀνθρώπων παρέχουσαν, Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος γ’

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.

ὁ β’ χορός

Θεοτοκίον

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Στιχηρὰ Μαρτυρικὰ

Ἦχος α’

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ Κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τήν ἀένναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.



Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.



Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τὸν τῶν πόνων ὑμῶν μισθὸν ἐκομίσασθε, οὐρανῶν Βασιλείας, κληρονόμοι γεγόνατε, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν δεόμεθα.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.



Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεύσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων, τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ’ οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Δόξα… Νεκρώσιμον

Ποίημα Ἰωάννου Δαμασκηνοῦ

Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις λόγῳ Λόγε Λάζαρον, ἐκ νεκρῶν ἐξανέστησας, τότε μοχλοὶ ἐσαλεύθησαν, πύλαι δὲ ᾍδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων, θάνατος ἀπεδείκνυτο, ἀλλ’ ὁ εἰς τὸ σῶσαί σου τὸ πλαστούργημα, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω, ἀνάπαυσον ὡς φιλάνθρωπος.

ὁ β’ χορός



Καὶ νῦν … Θεοτοκίον ἦχος ὁ αὐτὸς

Φαιδρύνεται Κόρη Προφητῶν, ὁ χορὸς τῷ τόκῳ σου, Πατριαρχῶν θεῖος σύλλογος, σεπτοὶ Ἀπόστολοι, καὶ Ἀρχιερέων, καὶ Μαρτύρων σύστημα, Ὁσίων καὶ Δικαίων τὰ τάγματα, καὶ σὲ γινώσκουσιν, ἀφορμὴν τῆς τούτων τάξεως, καὶ τιμῶσιν, ὡς Θεοῦ γεννήτριαν.



Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… 


Εἰς τὰ Ἀπόστιχα

Στιχηρὰ Νεκρώσιμα Προσόμοια



τοῦ Θεοφάνους

ὁ α ’χορὸς



Ἦχος α’

Πανεύφημοι

Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας ἀνάπαυσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, τῇ εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ παραπτώματα, καὶ παρέχων αὐτοῖς τὴν ἀνάπαυσιν.

ὁ β’χορὸς



Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.



Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε Ἀθάνατε· διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμον, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ εὐσπλαγχνίᾳ σου, ὑπερβαίνων ἀνομήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν.

ὁ α΄χορὸς



Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.



Ὑπὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα, ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ὧν τῆς προσενεστώσης μεθέξεως, τυχεῖν εὐδόκησον, τοὺς πρὸς σὲ μεταχωρήσαντας, καὶ παρέχων ζωὴν τὴν αἰώνιον.

ὁ β’χορὸς

Δόξα…

Σταυρῷ σου γηθόμενοι Σταυρῷ, θαρροῦντες οἱ δοῦλοί σου, πρὸς σὲ μετέστησαν Κύριε, οἷς νῦν ἀντίλυτρον, τῶν αὐτῶν πταισμάτων, τὸν Σταυρὸν σου δώρησαι, καὶ αἷμα τὸ χυθὲν ὑπὲρ τοῦ Κόσμου ζωῆς, τῇ εὐσπλαγχνίᾳ σου, συγχωρῶν τὰ πλημμελήματα, καὶ φωτίζων φωτὶ τοῦ προσώπου σου.

ὁ α’χορὸς

Καὶ νῦν … Θεοτοκίον

Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τοῖς δούλοις σου, τοῖς σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι, καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων καὶ φαιδρότητος ἀξιῶσαι ἐν τῇ βασιλείᾳ σου.





ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε,τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.



Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον

ἦχος β‘

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί… ἦχος πλ. δ‘

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α‘. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…



Ἀντίφωνον Β‘

ὁ β’ χορός



Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ‘, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.



Ἀντίφωνον γ’

ὁ α’ χορὸς

Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἦχος β’

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’χορὸς

Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀπολυτίκιον

ἦχος β’

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἐκ τοῦ Βήματος

Ἦχος πλ. δ’

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ β’ χορὸς 

Τοῦ Ναοῦ 

ὁ α’ χορὸς

Κοντάκιον Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δοῦλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

ὁ β’ χορὸς 



Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου,διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε.


Τρισάγιον




᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(γ’ 12-36)

Ἀδελφοί, βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωῡσέως;

ὁ Ἱερεύς: Εἰρήνη σοι.

Ἀλληλούϊα ἐκ τρίτου Ἦχος πλ. β’

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον. (Α’´35-44).

Τῷ καιρῷ ἐκείνῳ, ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ,καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. Καὶ λέγει αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὁ δὲ ᾿ησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι. Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ’αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. Καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτὸν καὶ λέγει αὐτῷ· ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

ἦχος β’( Ἀρχαία Τάξις) 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Κοινωνικόν

ὁ β’ χορός

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

Με­τὰ τὴν ὀπι­σθάμ­βω­νον εὐχὴν

Τρισάγιον

καὶ ψάλλονται τά Τροπάρια·

«Μετά πνευμάτων δικαίων…» κτλ., καί τελεῖται τό μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς:

ὁ Διάκονος: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.

ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ Διάκονος: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ Διάκονος: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τάς ψυχάς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται·

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ Διάκονος: τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Παράσχου, Κύριε.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’ Χορός: Κύριε, ἐλέησον ἅπαξ. Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).

ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



οἱ Χοροί ἐναλλάξ: Αἰωνία ἡ μνήμη. ἐκ τρίτου.



ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρὶς)

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν… Εὐλογία Κυρίου καί ἔλεος…

Εἶτα·

Ἀπόλυσις ἡ νεκρώσιμος

ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ