ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

ΜΥΝΗΜΑ ΗΜΕΡΑΣ

ΣΑΣ ΠΑΡΑΚΑΛΟΥΜΕ

ΓΙΑ ΑΡΙΣΤΗ
ΣΥΜΒΑΤΟΤΗΤΑ
ΧΡΗΣΙΜΟΠΟΙΗΣΤΕ
FIREFOX
ή
GOOGLE CHROME

Εγγραφείτε

Εγγραφείτε και λάβετε τα νέα μας θέματα στο e-mail σας..




facebook twitter gplus rss

Κατεβάστε την Android εφαρμογή μας για να περιηγηθείτε εύκολα και γρήγορα στο ιστολόγιο μας.

Κάθε μέρα το πρωί ...

... βάλε αρχή σε κάθε αρετή και εντολή του θεού. Και αγωνίσου
Με πολλή υπομονή
Με φόβο και μακροθυμία,
Με αγάπη θεού,
Με όλη την προθυμία ψυχής και σώματος,
Με ταπείνωση πολλή,
Με υπομονή θλίψης της καρδιάς και προσεκτική φύλαξη της
Με προσευχή πολλή
Με προσευχή για τους άλλους με στεναγμούς,
Με αγνότητα γλώσσας,
Με προσοχή στα μάτια.
Να μη οργίζεσαι κι αν ακόμα σε ατιμάζουν, αλλά έχοντας ειρήνη μέσα σου•
Να μην ανταποδίνεις κακό αντί κακού
Να μην προσέχεις τα λάθη των άλλων
Να μη δίνεις αξία στον εαυτό σου, πού είναι κάτω από όλα τα κτίσματα
Να αντιτάσσεται και να απαρνείσαι την ύλη και όλα όσα έχουν σχέση με τη σάρκα.
Να ζεις:
Με διάθεση άρσης σταυρού, Με αγωνιστικό φρόνημα, Με πτωχεία του πνεύματος,
Με άσκηση και προαίρεση πνευματική,
Με μετάνοια και δάκρυα,
Με αγώνα πολέμου,
Με διάκριση,
Με αγνότητα ψυχής,
Με φαγητό όπως πρέπει,
Δουλεύοντας με ησυχία το εργόχειρο,
Με νυχτερινές αγρυπνίες,
Υπομένοντας την πείνα και τη δίψα, το κρύο και τη γύμνια,
Κοπιάζοντας. και πάνω άπ' όλα και μαζί μ' αυτά:
Να κλείνεις ό ίδιος τον τάφο από πάνω σου σαν να έχεις πεθά¬νει,
Έχοντας το φρόνημα πώς κοντά σου βρίσκεται ό θάνατος κά¬θε στιγμή...
Θα θελήσει άραγε να ακούσει ό σύγχρονος άνθρωπος τα μηνύματα αυτά πού μας στέλνουν οι αρχαίοι ασκητές της Θηβαΐδος και οι άλλοι αντίστοιχοί τους; Θα το θελήσει;

ΝΕΑΝΙΚΗ ΕΣΤΙΑ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ

ΑΙΤΗΣΗ ΑΡΝΗΣΗΣ
ΚΑΡΤΑ ΤΟΥ ΠΟΛΙΤΗ

ΑΓΙΑ ΓΡΑΦΗ

H ΠΙΣΤΗ

H ΠΙΣΤΗ
Στην εποχή μας, δυστυχώς η λογική κλόνισε την πίστη και γέμισε τις ψυχές με αμφιβολίες. Έτσι, επόμενο είναι να στερούμαστε τα θαύματα, γιατί το θαύμα ζείται και δεν εξηγείται" Γέρων Παϊσιος

ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

ΦΙΛΟΚΑΛΙΑ

ΦΙΛΟΚΑΛΙΑ
ΕΠΙΚΑΛΟΥ ΤΟΝ ΘΕΟΝ ΙΝΑ ΑΝΟΙΞΗ ΤΟΥ ΟΦΘΑΛΜΟΥΣ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΟΥ ΚΑΙ ΙΔΗΣ ΤΗΝ ΩΦΕΛΕΙΑΝ ΤΗΣ ΠΡΟΣΕΘΧΗΣ ΚΑΙ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΗΣ ΕΜΠΕΙΡΙΑΣ ΝΟΟΥΜΕΝΗΣ.

ΟΛΗ Η ΛΙΣΤΑ

ΟΛΗ Η ΛΙΣΤΑ
ΑΠΟ ΤΗΝ ΕΛΛΑΔΑ

Δωρεά Οργάνων

Δωρεά Οργάνων
ΚΑΝΕ ΚΛΙΚ ΣΤΗΝ ΕΙΚΟΝΑ

ΕΠΙΣΚΕΠΤΕΣ

Flag Counter

Η βοήθεια της Εκκλησίας

Κάνε κλικ στην εικόνα να δεις που μπορείς να απευθυνθείς για βοήθεια...

Blog Archive

ΝΟΕΡΑ ΠΡΟΣΕΥΧΗ

Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν.

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ

ΒΙΒΛΙΟ ΕΠΙΣΚΕΠΤΩΝ
ΚΑΝΕ ΚΛΙΚ
]]> . . .
Από το Blogger.

ΟΛΑ FREE

ΟΛΑ FREE
ΜΑΘΕΤΕ ΤΙ ΕΙΝΑΙ ΔΩΡΕΑΝ

ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ

TRANSLATE


English French German Spain Italian Dutch Russian Portuguese Japanese Korean Arabic Chinese Simplified

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF


24 ΜΑΡΤΙΟΥ 2013


† ΚΥΡΙΑΚΗ Α΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ


(ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ).


«Ἀνάμνησις τῆς ἀναστηλώσεως τῶν ἱερῶν εἰκόνων» (843). Προεόρτια τοῦ Εὐαγγελισμοῦτῆς Θεοτόκου· ᾿Αρτέμονος ἱερομάρτυρος, ἐπισκόπου Σελευκείας τῆς Πισιδίας (α΄ αἰ.).


῏Ηχος α΄, ἑωθινὸν θ΄



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετὰ τὸν Ἑξάψαλμον,…


Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις


Ὅτι πρέπει σοι πᾶσα δόξα…


Ἦχος α’


ὁ α’ χορὸς


Ἀμήν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


ὁ β’ χορὸς


Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


ὁ α’ χορὸς


Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


ὁ β’ χορὸς


Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


ὁ α’ χορὸς


Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος α’


Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.


ὁ β’ χορὸς


Δόξα Πατρί…


Ἀπολυτίκιον Ἦχος β’


Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.


ὁ α’ χορὸς


Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτός.


Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τα σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Συναπτὴ μικρά καὶ ἡ 


Ἐκφώνησις


Ὅτι σὸν τὸ κράτος…


ΚΑΘΙΣΜΑΤΑ


Μετὰ τὴν α´ Στιχολογίαν.


ὁ α’ χορός


Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.


ὁ β’ χορός


Δόξα Πατρί…


Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου, σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾍδου, σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.






Καὶ νῦν…Θεοτοκίον


Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.


Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα


ὁ β’ χορός


Τοῦ λίθου σφραγισθέντος


Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.


ὁ α’ χορός


Δόξα Πατρί…


Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ Ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ, δόξα τῇ Ἀναστάσει σου, δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.


ὁ β’ χορός


Καὶ νῦν…Θεοτοκίον


Τὸν τάφον σου Σωτὴρ


Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.



Τὰ Ἀναστάσιμα Εὐλογητάρια.


ὁ α’ χορός


Ἦχος πλ. α’


Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.


ὁ β’ χορός


Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.


ὁ α’ χορός


Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.


ὁ β’ χορός


Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.


ὁ α’ χορός


Δόξα Πατρί… Τριαδικὸν


Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.


ὁ β’ χορός


Καὶ νῦν… Θεοτοκίον


Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.


ὁ α’ χορός


Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.


ὁ β’ χορός


Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.


ὁ α’ χορός


Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. 



Συναπτὴ μικρά καὶ ἡ 


Ἐκφώνησις


Ὅτι ηὐλόγηταί σου…


Ἡ Ὑπακοὴ Ἦχος α’


Ἡ τοῦ Λῃστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.


ΑΝΑΒΑΘΜΟΙ


Ἀντίφωνον Α´


ὁ α’ χορός


Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.


ὁ β’ χορός


Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.


ὁ α’ χορός


Δόξα Πατρί… Καὶ νῦν…


Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ, διὰ τοῦτο ᾄσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.


Ἀντίφωνον Β´


ὁ β’ χορός


Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.


ὁ α’ χορός


Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.


ὁ β’ χορός


Δόξα Πατρί… Καὶ νῦν …


Ἁγίω Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον, ἰσοσθενὲς γὰρ ἐστι Πατρὶ καὶ Λόγῳ.


Ἀντίφωνον Γ´


ὁ α’ χορός


Ἐπὶ τοῖς εἰρηκόσι μοι ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.


ὁ β’ χορός


Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.


ὁ α’ χορός


Δόξα Πατρί… Καὶ νῦν…


Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τριὰς τῇ φύσει,…


ὁ β’ χορός


… ἀλλ’ οὐ προσώποις.


Προκείμενον


ὁ α’ χορός


Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παῤῥησιάσομαι ἐν αὐτῷ.


ὁ β’ χορός


Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παῤῥησιάσομαι ἐν αὐτῷ.


ὁ α’ χορός


Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά.


Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ…


ὁ β’ χορός


… παῤῥησιάσομαι ἐν αὐτῷ.




Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου


ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ὁ α΄ χορὸς


Κύριε ἐλέησον


ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…


ὁ α΄ χορὸς


Ἦχος β’.


Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


ὁ β’ χορὸς


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


ὁ α΄ χορὸς


Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.


ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…


ὁ α’ χορὸς


Κύριε, ἐλέησον (γ’).


ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.


ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.


ὁ β’ Χορὸς:


Καὶ τῷ Πνεύματί σου.


ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.


ὁ Διάκονος: Πρόσχωμεν.


ὁ α΄ χορὸς


Δόξα σοι Κύριε, δόξα σοι.


ΕΩΘΙΝΟΝ Θ’ ΙΩΑΝΝΗ 20,19-31


Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ· ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κᾀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς· ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾶ· φέρε τὸν δάκτυλόν σου ᾧδε, καὶ ἴδε τὰς χεῖράς μου. καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.


ὁ α’χορὸς


Δόξα σοι, Κύριε, δόξα σοι.



Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:


Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.


Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’ 
· Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. 
· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 
· Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. 
· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
· Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 
· Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 
· Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 
· Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 
· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 
· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 
· Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. 
· Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 
· Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. 
· Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 
· Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 
· Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 
· Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 
· Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
· Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. 
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός. 



ὁ α’ χορός


Δόξα Πατρὶ… Ἦχος πλ. δ’


Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.


ὁ β’ χορός


Καὶ νῦν … Θεοτοκίον. Ἦχος ὁ αὐτός.


Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.


ὁ α’ χορός


Ἦχος πλ. β’


Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.


Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.



Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…


ΚΑΝΟΝΕΣ


ὁ Ἀναστάσιμος εἰς δ´


ᾠδὴ α’. Ἦχος α’ Ὁ Εἱρμὸς


ὁ α’ χορός


Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.


ὁ β’ χορός


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.


Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρὲν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.


ὁ α’ χορός


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.


Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχὴν μοι ἐνθείς, καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.


ὁ β’ χορός


Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον


Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν ζωοδότην Χριστόν τῷ κόσμῳ, κυήσασα.



Ὁ Κανὼν τοῦ Τριωδίου, οὗ ἡ ἀκροστιχίς.


Σήμερον εὐσεβίης θεοφεγγέος ἤλυθεν αἴγλη.


Ποίημα τοῦ κυρίου Θεοφάνους.


ὁ α’ χορός


ᾠδὴ α’ Ἦχος δ’


Θαλάσσης τὸ ἐρυθραῖον


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι.


Σκιρτῶντες μετ’ εὐφροσύνης σήμερον, πιστοὶ βοήσωμεν, Ὡς θαυμαστὰ τὰ ἔργα σου Χριστέ, καὶ μεγάλη ἡ δύναμις, ὁ τὴν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν ἐργασάμενος!


ὁ β’ χορός


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι.


Ἡμέραν χαρμονικὴν θεόφρονες, δεῦτε τελέσωμεν, νῦν οὐρανὸς εὐφραίνεται καὶ γῆ, καὶ Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν συστήματα, διαφερόντως ἑορτάζοντα.


ὁ α’ χορός


Δόξα Πατρὶ …


Ἐδόθη τῇ Ἐκκλησίᾳ σήμερον, τὰ νικητήρια θεοκινήτῳ νεύσει καὶ βουλῇ, Μιχαὴλ Θεοδώρας τε, τῶν εὐσεβῶς τῆς Πίστεως, ἀντεχομένων Βασιλέων ἡμῶν.


ὁ β’ χορός


Καὶ νῦν… Θεοτοκίον


Ῥομφαῖαι τῶν δυσσεβῶν ἐξέλιπον, σαφῶς αἱρέσεων, τὸν γὰρ Ναόν σου Πάναγνε σεμνή, ἐν Εἰκόσι κοσμούμενον, πανευσεβῶς θεώμενοι, νῦν πανιέρως ἀγαλλόμεθα.



ὁ α’ χορός


ᾠδὴ γ’. Ἦχος α’ – Ὁ Εἱρμὸς


Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.


ὁ β’ χορός


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.


Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρὸς με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.


ὁ α’ χορός


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.


Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.


ὁ β’ χορός


Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον


Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.



καὶ τοῦ Τριῳδίου.


ὁ α’ χορός


ᾠδὴ γ’ Εὐφραίνεται ἐπὶ σοὶ


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι


Οὐκέτι τῶν ἀσεβῶν, αἱρετικῶν νῦν ἡ ὀφρὺς αἴρεται, ἡ γὰρ Θεοῦ δύναμις, τὴν Ὀρθοδοξίαν ἐκράτυνε.


ὁ β’ χορός


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι


Νεφέλαι προφητικῶς, ζωοποιὸν ἐξ οὐρανοῦ σήμερον, δρόσον ἡμῖν ῥανάτωσαν, ἐπὶ τῇ ἐγέρσει τῆς Πίστεως.


ὁ α’ χορός


Δόξα Πατρὶ …


Ὑμνήσωμεν τὸν Χριστόν, τὸν ἀναδείξαντα ἡμῖν Ἄνασσαν, θεοσεβῆ φιλόχριστον, σὺν τῷ θεοστέπτῳ βλαστήματι.


ὁ β’ χορός


Καὶ νῦν… Θεοτοκίον


Σκηνήν σου τὴν ἱεράν, καταλαβόντες οἱ πιστοὶ Πάναγνε, φωτοειδεῖ χάριτι, νῦν καταυγασθῆναι δεόμεθα.



Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 


Κοντάκιον Ἦχος α’


Ὅταν ἔλθῃς ὁ Θεὸς


Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.


Ὁ Οἶκος


Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.


ΚΑΘΙΣΜΑΤΑ


ὁ β’ χορός


Ἦχος α’ Χορὸς Ἀγγελικὸς


Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι τυποῦντες, τὴν Γέννησιν Χριστέ, ἀριδήλως βοῶμεν, τὰ θαύματα τὰ ἄῤῥητα, τὴν ἑκούσιον Σταύρωσιν, ὅθεν Δαίμονες, ἀποδιώκονται φόβῳ, καὶ κακόδοξοι, ἐν κατηφείᾳ θρηνοῦσιν, ὡς τούτων συμμέτοχοι.


ὁ α’ χορός


Δόξα Πατρί… Ὅμοιον


Μορφὰς τῶν Προφητῶν, Ἀποστόλων τὰ εἴδη, Μαρτύρων ἱερῶν, καὶ Ἁγίων ἁπάντων, Εἰκόνας καὶ μορφώματα, ἱερῶς ὡραΐζεται, τοῦ Νυμφίου δέ, τοῦ νοητοῦ καὶ τῆς Νύμφης, ἀγλαΐζεται, ταῖς νοεραῖς ἀγλαΐαις, ἡ μήτηρ ἡ ἄνω Σιών.


ὁ β’ χορός


Καὶ νῦν… Θεοτοκίον, Ὅμοιον


Τοῖς πόθῳ σου Σεμνή, τὴν ἁγίαν Εἰκόνα, τιμῶσι καὶ Θεοῦ, ἀληθῆ σὲ Μητέρα, συμφώνως καταγγέλλουσι, καὶ πιστῶς προσκυνοῦσί σε, φύλαξ φάνηθι, καὶ κραταιὰ προστασία, ἀποτρέπουσα, πᾶν δυσχερὲς πόῤῥω τούτων,…


ὁ α’ χορός


…ὡς πάντα ἰσχύουσα.


ᾠδὴ δ’


ὁ β’ χορὸς


Ἦχος α’ – Ὁ Εἱρμὸς


Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.


ὁ α΄ χορὸς


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.


Τίς οὗτος, Σωτὴρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.


ὁ β’ χορὸς


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.


Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε, ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.


ὁ α΄ χορὸς


Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον


Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα, οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.






καὶ τοῦ Τριῳδίου.


ᾠδὴ δ’ Ἐπαρθέντα σε ἰδοῦσα


ὁ β’ χορός


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι.


Ἐπιφοιτήσει τῇ θείᾳ τοῦ Παρακλήτου, τὸν σὸν Ναὸν ἁγίασον, καὶ τῇ παρουσίᾳ, τούτου τῆς αἱρέσεως, τὴν πλάνην ἀπέλασον, Λόγε τοῦ Θεοῦ πολυέλεε.


ὁ α’ χορός


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι.


Βιαιοτάτης ῥυσάμενος δυσσεβείας, τὸν σὸν λαὸν ἀνάδειξον τῷ τῆς εὐσεβείας, ζήλῳ πυρπολούμενον, καὶ πίστει κραυγάζοντα, Δόξα τῇ δυνάμει σου Κύριε.


ὁ β’ χορός


Δόξα Πατρὶ…


Ἡ Βασίλισσα στεφάνῳ κεκοσμημένη, τὴν ἀληθῆ ποθήσασα, Χριστοῦ βασιλείαν, τούτου ἀνιστόρησεν Εἰκόνα τὴν ἄχραντον, καὶ τὰ τῶν Ἁγίων μορφώματα.


ὁ α’ χορός


Καὶ νῦν… Θεοτοκίον


Σεσαρκωμένον τεκοῦσα τὸν Θεὸν Λόγον, θεοπρεπὲς ἁγίασμα, Κεχαριτωμένη, τούτου ἀναδέδειξαι, διό σου τὸ τέμενος,…


ὁ β’ χορός


…τὸ φωτοειδὲς ἐγκαινίζομεν.


ᾠδὴ ε‘ – Ἦχος α‘


ὁ α΄ χορὸς


ὁ Εἱρμὸς


Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.


ὁ β’ χορὸς


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.


Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν, ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο.


ὁ α΄ χορὸς


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.


Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.


ὁ β’ χορὸς


Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον


Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτη, σὲ γὰρ προστάτιν κεκτήμεθα.


καὶ τοῦ Τριῳδίου.


ᾠδὴ ε‘ Σὺ Κύριέ μου φῶς


ὁ α’ χορός


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι


Θοῦ Κύριε τῇ σῇ, Ἐκκλησίᾳ κραταίωμα, ἀκλόνητον διαμένειν, εἰς αἰῶνα αἰῶνος, τῷ σάλῳ τῶν αἱρέσεων.


ὁ β’ χορός


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι


Εἰς ἅπασαν τὴν γῆν, ἡ φαιδρότης ἐξέλαμψε, τῆς ἄνωθεν δεδομένης, τοῖς πιστοῖς εὐφροσύνης, καὶ θείας ἀντιλήψεως.


ὁ α’ χορός


Δόξα Πατρὶ…


Φῶς ἄδυτον ἡμῖν, εὐσεβείας ἀνέτειλε, θεσπίσματι θεοπνεύστῳ, τῶν πιστῶν Βασιλέων, καὶ νεύματι θεόφρονι.


ὁ β’ χορός


Καὶ νῦν… Θεοτοκίον


Ἐγκαίνισον ἡμῖν, τὴν ἀρχαίαν εὐπρέπειαν, πανάχραντε Θεομῆτορ, καὶ τὸν Οἶκόν σου τοῦτον,…


ὁ α’ χορός


…ἁγίασον σῇ χάριτι.


ᾠδὴ ς‘ – Ἦχος α‘


ὁ β’ χορὸς


ὁ Εἱρμὸς


Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.


ὁ α΄ χορὸς


Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.


Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν, τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.


ὁ β’ χορὸς


Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε.


Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν, σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.


ὁ α΄ χορὸς 


Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον


Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες. Τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν, σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.



ᾠδὴ Ϛ’


ὁ β’ χορός


Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι.


Γράφεται, καὶ τιμᾶται πιστῶς προσκυνούμενος, ὁ χαρακτὴρ τοῦ Δεσπότου, καὶ λαμβάνει πάλιν ἡ Ἐκκλησία, παῤῥησίαν, εὐσεβῶς τὸν Σωτῆρα δοξάζουσα.


ὁ α’ χορός


Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν δόξα Σοι.


Γυμνοῦται, κατηφείας καὶ σκότους αἱρέσεως, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ φορεῖ χιτῶνα τῆς εὐφροσύνης, καὶ τῇ θείᾳ, καὶ φωσφόρῳ πυκάζεται χάριτι.


ὁ β’ χορός


Δόξα Πατρὶ…


Εὐκλείας, τῆς ἀρχαίας ἑλλάμψεως ἔτυχε, τῶν Ὀρθοδόξων ὁ δῆμος, Θεοδώρας νεύσει τῆς Βασιλίδος, καὶ τοῦ ταύτης, εὐσεβοῦς Μιχαὴλ Αὐτοκράτορος.


ὁ α’ χορός


Καὶ νῦν… Θεοτοκίον


Ὁ πάλαι, μαρτυρίου προστάξας γενέσθαι σκηνήν, ὡς ἐν σκηνῇ λογικῇ σοι, κατοικεῖ ὁ μόνος δεδοξασμένος, ὁ δοξάζων, τὸν Ναόν σου Παρθένε τοῖς θαύμασι.



Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


Σὺ γὰρ εἶ ὁ Βασιλεύς…


Αὐτόμελον Ἦχος πλ. δ’


Ὁ ἀπερίγραπτος Λόγος τοῦ Πατρός, ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος, καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορφώσας, τῷ θείῳ κάλλει συγκατέμιξεν. Ἀλλ’ ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ ταύτην ἀνιστοροῦμεν.


Ὁ Οἶκος


Τοῦτο τὸ τῆς Οἰκονομίας μυστήριον, πάλαι Προφῆται θειωδῶς ἐμπνευσθέντες, δι’ ἡμᾶς, τοὺς εἰς τὰ τέλη τῶν αἰώνων καταντήσαντας, προκατήγγειλαν, τῆς τούτου τυχόντες ἐλλάμψεως. Γνῶσιν οὖν θείαν δι’ αὐτοῦ λαβόντες, ἕνα Κύριον τὸν Θεὸν γινώσκομεν, ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, καὶ αὐτῷ μόνῳ λατρεύοντες, μίαν Πίστιν, ἓν Βάπτισμα ἔχοντες, Χριστὸν ἐνδεδύμεθα, Ἀλλ’ ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.


Σ υ ν α ξ ά ρ ι ον


Τῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου, καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρτέμονος, Ἐπισκόπου Σελευκείας τῆς Πισιδείας.


Στίχοι 
Τὴν σάρκα ῥίψας, ὡς ἔλυτρον, Ἀρτέμων, 
Οὐ γῆς ἔχων τι στέλλεται τὴν πρὸς πόλον. 
Εἰκάδι ἀμφὶ τετάρτῃ ἐδέξατο Ἀρτέμον Ἐδέμ. 



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀρτέμονος, Πρεσβυτέρου Λαοδικείας.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζαχαρίας ἐν εἰρήνῃ τελειοῦται.


Στίχοι 
Θεῷ πρὸς ἰσχὺν ἐξομοιωθείς, Πάτερ, 
Υἱῷ Θεοῦ σύγκληρος ἐκστὰς γῆς γίνῃ. 



Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἐκ Καισαρείας τῆς Παλαιστίνης, ξίφει τελειοῦνται.


Στίχοι 
Σωτῆρος ὀκτάριθμος ἐτμήθη φάλαγξ, 
Τοῦ πρὶν περιτμηθέντος ὀκταημέρου. 



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μαρτῖνος ὁ Θηβαῖος ἐν εἰρήνῃ τελειοῦται.


Στίχοι 
Καλῷ τραφεὶς κάλλιστα γήρᾳ, Μαρτῖνε, 
Θανὼν θανοῦσι προστέθεισαι Πατράσι. 



Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου.


Στίχοι


· Τὰς οὐ πρεπόντως ἐξορίστους Εἰκόνας,


· Χαίρω, πρεπόντως προσκυνουμένας βλέπων.


Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.



ΚΑΤΑΒΑΣΙΑΙ


ὁ α’ χορός


ᾠδὴ α’. Ἦχος δ’


Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.


ὁ β’ χορός


ᾠδὴ γ’


Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε…


ὁ α’ χορός


…καὶ καταφυγὴ καὶ στερέωμα.


ὁ β’ χορός


ᾠδὴ δ’


Ἐπαρθέντά σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τῇ δυνάμει σου Κύριε.


ὁ α’ χορός


ᾠδὴ ε’


Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.


ὁ β’ χορός


ᾠδὴ ς’


Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς Πλευρᾶς σου ῥεύσαντι αἵματι.


ὁ α’ χορός


ᾠδὴ ζ’


Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον΄ Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.


ὁ β’ χορός


ᾠδὴ η´


Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.


Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε. πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.



Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…


ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)


ὁ α’ χορός


Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.


Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


ὁ β’ χορός


Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.


Τὴν Τιμιωτέραν…


ὁ α’ χορός


Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.


Τὴν Τιμιωτέραν…


ὁ β’ χορός


Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.


Τὴν Τιμιωτέραν…


ὁ α’ χορός


Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.


Τὴν Τιμιωτέραν…


ὁ β’ χορός


Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.


Τὴν Τιμιωτέραν…


Καταβασία


ὁ α’ χορός


ᾠδὴ θ’.


Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώτας φύσεις, Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.



Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…


ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ


ὁ α’ χορός

Ἦχος β’.


Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.


ὁ β’ χορός


Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.


ὁ α’ χορός


Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.


ὁ β’ χορός


Ὅτι ἅγιος ἐστι.


ὁ α’ χορός


ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ’


Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ’ ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ’ οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.



ὁ β’ χορός


Καὶ τοῦ Τριῳδίου.Ἦχος β’. Γυναῖκες ἀκουτίσθητε.


Σκιρτήσατε κροτήσατε, μετ’ εὐφροσύνης ᾄσατε, ὡς θαυμαστὰ σου καὶ ξένα, Χριστὲ βοῶντες τὰ ἔργα! καὶ τίς ἰσχύσει ἐξειπεῖν, Σῶτερ τὰς δυναστείας σου, τοῦ τήν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν εἰς μίαν, ἑνώσαντος Ἐκκλησίαν.


ὁ α’ χορός


Θεοτοκίον


Ῥομφαῖαι νῦν ἐξέλιπον, τῆς δυσμενοῦς αἱρέσεως, καὶ τὸ μνημόσυνον ταύτης, ἐξηφανίσθη μετ’ ἤχου, τὸν γὰρ Ναόν σου Πάναγνε, πανευπρεπῶς θεώμενοι, κεκοσμημένον χάρισι, τῶν σεβασμίων Εἰκόνων…


ὁ β’ χορός


… χαρᾶς πληρούμεθα πάντες.



ΑΙΝΟΙ


ὁ α’ χορός


Ἦχος α’.


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


ὁ β’ χορός


Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.



ὁ α’ χορός


Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.


ὁ β’ χορός



Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.


ὁ α’ χορός


Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.


ὁ β’ χορός


Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.


ὁ α’ χορός


Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.


ὁ α’ χορός


Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.


ὁ β’ χορός


Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.


ὁ α’ χορός


Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.


ὁ α’ χορός


Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.


ὁ β’ χορός


Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.


ὁ α’ χορός


Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.


ὁ β’ χορός


Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.



ΨΑΛΜΟΣ ΡΜΘ’ (149)


ὁ α’ χορός


ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.


ὁ β’ χορός


Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.


ὁ α’ χορός


Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.


ὁ β’ χορός


Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.


ὁ α’ χορός


Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.


ὁ β’ χορός


Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.


ὁ α’ χορός


Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.


ὁ β’ χορός


Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.


ὁ α’ χορός


Στιχηρὰ Ἀναστάσιμα δ’.


Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.


Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.


ὁ β’ χορός


Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.


Ὁ σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.


ὁ α’ χορός


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.


Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.


ὁ β’ χορός


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.


Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.


Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου.

ὁ α’ χορός


Ἦχος δ΄. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.


Ἔδωκας σημείωσιν


Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς.


ὁ β’ χορός


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε…


ὁ α’ χορός


Στίχ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθου τῶν πενήτων σου εἰς τέλος.


Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστήριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες, οὐ γὰρ δοκήσει, ὡς φασίν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης φιλάνθρωπε, ἀλλ’ ἀληθείᾳ καὶ φύσει σαρκός, δι’ αὐτοῦ ἀναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα.


ὁ β’ χορός


Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.


Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως, πεφανέρωται σήμερον, φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι, καὶ ὁμόνοια γίνεται, τῶν Πιστῶν θεοβράβευτος.


ὁ α’ χορός


Δόξα Πατρὶ… Ἰδιόμελον Ἦχος πλ. β’


Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε, τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι’ αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.


ὁ β’ χορός


Καὶ νῦν… ἦχος β’ (πάντοτε)


Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.



Δοξολογία Μεγάλη


εἰς ἦχον α’ ( Ἀργή ἢ σύντομος )


ὁ α’ χορός


Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.


ὁ β’ χορός


Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.


ὁ α’ χορός


Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.


ὁ β’ χορός


Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.


ὁ α’ χορός


Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.


ὁ β’ χορός


Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


ὁ α’ χορός


Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


ὁ β’ χορός


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.


ὁ α’ χορός


Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.


ὁ β’ χορός


Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


ὁ α’ χορός


Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.


ὁ β’ χορός


Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.


ὁ α’ χορός


Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.


ὁ β’ χορός


Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


ὁ α’ χορός


Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.


ὁ β’ χορός


Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.


ὁ α’ χορός


Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


ὁ β’ χορός


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


ὁ α’ χορός


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


ὁ β’ χορός


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

ὁ α’ χορός


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ὁ β’ χορός


Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός


καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ


Ἅγιος ὁ Θεός,

ὁ β’ χορός


Ἅγιος Ἰσχυρός,

ὁ α’ χορός


Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


καὶ εὐθύς


ὁ β’ χορός


τὸ παρόν Ἀναστάσιμον Τροπάριον


Ἦχος πλ.β’.


Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ


Τὰ Ἀντίφωνα τῆς ἡμέρας.


᾽Αντίφωνον α´.

ὁ α’ χορός

῏Ηχος β´.

Στίχ.῾Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Καί γάρ ἐστερέωσε τήν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ.Τίς λαλήσει τάς δυναστείας τοῦ Κυρίου, ἀκουστάς ποιήσει πάσας τάς αἰνέσεις Αὐτοῦ;

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπό Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρός ἐχθροῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ… Καί νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


᾽Αντίφωνον β´.

ὁ β’ χορός

῏Ηχος ὁ αὐτός.

Στίχ.᾽Εξομολογησάσθωσαν τά ἐλέη Αὐτοῦ καί τά θαυμάσια Αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.


ὁ α’ χορός
Στίχ.῾Υψωσάτωσαν Αὐτόν ἐν ἐκκλησίᾳ λαοῦ καί ἐν καθέδρᾳ πρεσβυτέρων.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…ὁ ἀναστάς…

ὁ β’ χορός

Στίχ.᾽Οφθαλμοί Κυρίου ἐπί τούς ἐλπίζοντας ἐπί τό ἔλεος Αὐτοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…ὁ ἀναστάς…

ὁ α’ χορός
Στίχ. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τούς υἱούς τῶν

τεθανατωμένων.

Σῶσον ἡμᾶς…ὁ ἀναστάς…


ὁ β’ χορός


Δόξα Πατρὶ…


ὁ α’ χορός


Καὶ νῦν καὶ ἀεὶ…


ὁ β’ χορός


Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.



᾽Αντίφωνον γ´.ὁ α’ χορός.

Στίχ. Αἰνεσάτωσαν Αὐτόν οἱ οὐρανοί καί ἡ γῆ.

Ἀπολυτίκιον Ἦχος β’


Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.


ὁ β’ χορός

Στίχ. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καί εὐφρανθῶμεν ἐν αὐτῇ.

Τὴν ἄχραντον Εἰκόνα σου…


ὁ α’ χορός

Στίχ. Κύριε, ὁ Θεός μου, εἰς τόν αἰῶνα ἐξομολογήσομαί Σοι.

Τὴν ἄχραντον Εἰκόνα σου…



Μικρὰ Εἴσοδος.









Εἰσοδικὸν


ὁ α’ χορός


Ἦχος β‘


( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)


Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν,…

ὁ β’ χορὸς


…ψάλλοντάς σοι, Ἀλληλούϊα.


ὁ α’ χορός


( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)


Ἀπολυτίκιον. Ἦχος α’.


Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.


ὁ β’ χορός


Ἀπολυτίκιον Ἦχος β’


Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.


ὁ α’ χορός


Τοῦ Ναοῦ


ὁ β’ χορός


( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)


Κοντάκιον.

ἦχος πλ.δ’ 


Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.



Τρισάγιον.



Ἀπόστολος


Προκείμενον Ἦχος δ’


ᾠδὴ τῶν Πατέρων


Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.


Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.



Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα


(Κεφ. ΙΑ’, 24-26 32-40)


Ἀδελφοί, πίστει Μωϋσῆς «μέγας γενόμενος», ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ΄ ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουήλ, καὶ τῶν Προφητῶν΄ Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων΄ Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν΄ ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς΄ ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος) ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.



Ἀλληλούϊα (γ΄) Ἦχος δ΄


Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.


Στίχ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν



Εὐαγγέλιον


Ἐκ τοῦ κατὰ Ἰωάννην (᾽Ιω. α´ 44-52).


Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῾Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.


ὁ α’χορὸς


Δόξα σοι, Κύριε, δόξα σοι.



Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου (ἦχος β’, μέλος ἀρχαῖον)



Εἰς τό, Ἐξαιρέτως


ὁ α’ χορός


τὸ Μέγα Μεγαλυνάριον


Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν


Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν.


Ἦχος α’ ἐκ τοῦ Κε (μέλος ἀρχαῖον)


Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.



Κοινωνικόν


ὁ β’ χορός


ἦχος δ’


Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.


ὁ α’ χορός 


ἦχος β’


Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.


ὁ β’ χορός


Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.[1]



ἦχος β’


Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).



Ἀπόλυσις «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»




[1] (Μετὰ τὸ ᾀσματικὸν τῆς δοξολογίας «῞Αγιος ὁ Θεὸς» κ.λπ. (ἢ μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν τῆς θείας λειτουργίας), τε- λεῖται ἡ λιτάνευσις τοῦ τιμίου Σταυροῦ καὶ τῶν ἱ. εἰκόνων πέριξ ἢ ἔσωθεν τοῦ ἱ. ναοῦ κατὰ τὴν ἀκόλουθον διάταξιν. ῾Η λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν συνήθη τάξιν ᾿Εξελθόντες τοῦ ἱ. ναοῦ, ὅ τε ἱ. κλῆρος καὶ ὁ λαὸς μετὰ τοῦ τιμίου σταυροῦ καὶ τῶν ἱ. εἰκόνων, καὶ τάξιν λιτανεύσεως ἀ- ποτελέσαντες κατὰ τὰ εἰωθότα*, περιερχόμεθα ἅπαξ τὸν ἱε- ρὸν ναόν, τῶν κωδώνων αὐτοῦ χαρμοσύνως κρουομένων, τῶν δὲ χορῶν ψαλλόντων τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰ- κόνα σου», εἰς τέσσαρας στάσεις. Εἰς ἑκάστην δὲ τοῦ ναοῦ πλευρὰν γίνονται αἱ κάτωθι δεήσεις. α΄) ᾿Εν τῇ νοτίᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζώντων. β΄) ῎Οπισθεν τοῦ ἱεροῦ γίνεται δέησις ὑπὲρ τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων εὐσεβῶν βασιλέων, ὀρθοδόξων πατριαρχῶν,

* ῾Η παροῦσα διάταξις εὕρηται καὶ εἰς τὴν ἔκδοσιν τῆς ᾿Αποστολικῆς Διακονίας «᾿Επίσημοι Δοξολογίαι» σ. 16-20.

ΜΑΡΤΙΟΣ 2013

45

ἀρχιερέων κ.τ.λ.· οἱ χοροὶ «Αἰωνία ἡ μνήμη» (γ΄) καὶ ἡ ἐκφώ- νησις «῞Οτι σὺ εἶ ἡ ἀνάστασις». γ΄) ᾿Εν τῇ βορείᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζών- των, ὡς ἐν τῇ πρώτῃ στάσει. δ΄) Πρὸ τῆς δυτικῆς θύρας ἢ ἐντὸς τοῦ ναοῦ (ἐν τῷ σολέᾳ) ὑπὲρ τῶν ζώντων καὶ εἰς τὸ τέλος «῾Υπὲρ τοῦ διαφυλαχθῆ- ναι» κ.λπ., «᾿Επάκουσον ἡμῶν» καὶ ἀναγινώσκει ὁ προεξάρ- χων ἱερεὺς (ἢ ἂν ᾖ προεξάρχων ὁ ἀρχιερεὺς) τὰς ἑξῆς περι- κοπὰς τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ: Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ ᾿Εκ- κλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰ- κουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐ- παρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θε- ὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγ- γραφαῖς, ἐν νοήμασιν, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶν- τες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήρι- ξεν. ᾿Επὶ τούτοις τοὺς τῆς εὐσεβείας κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς ὀρθοδο- ξίας προμάχων εὐσεβῶν βασιλέων, ἁγιωτάτων πατριαρχῶν,

ΜΑΡΤΙΟΣ 2013

46

ἀρχιερέων, διδασκάλων, μαρτύρων, ὁμολογητῶν, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρα- τύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξι- ωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγά- λου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡ- μῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάν- των τῶν ἁγίων. ῾Ο χορὸς «᾿Αμήν». Εἰσερχομένων δὲ ἡμῶν εἰς τὸν ἱ. ναὸν ψάλλεται τὸ μέγα προκείμενον «Τίς θεὸς μέγας», καὶ εἶτα τὸ «Σήμερον σωτηρία». ῾Η λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν τάξιν τῶν Πατριαρχείων ᾿Αλεξανδρείας καὶ ᾿Ιεροσολύμων Σχηματίζεται ἱερὰ πομπὴ ὡς ἑξῆς· προπορεύονται οἱ κρα- τοῦντες κηρολαμπάδας, εἶτα οἱ φέροντες τὰ λάβαρα, τοὺς φανούς, τὰ ἑξαπτέρυγα· ἀκολουθοῦν οἱ χοροὶ τῶν ψαλτῶν· εἶτα οἱ ἱερεῖς καὶ οἱ φερόντες τὰς ἱ. εἰκόνας χριστιανοί, καὶ τέλος διάκονοι μετὰ θυμιατηρίων θυμιῶντες τὸν εἰς χεῖρας τοῦ ἀρχιερέως εὑρισκόμενον τίμιον Σταυρόν (ἢ τὴν μικρὰν φορητὴν εἰκόνα τοῦ Χριστοῦ). Κατὰ τὴν ἔναρξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σολέα. ΕΝΑΡΞΙΣ. Ἐκφωνεῖ ὁ διάκονος· «Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον». Ὁ ἀρχιερεὺς ἀπὸ τῶν βημοθύρων· «Εὐλο-

ΜΑΡΤΙΟΣ 2013

47

γημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων». Ὁ χορὸς «᾿Αμήν». Καὶ ὁ ἀρχιερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημοθύρων τὸ προ- οίμιον τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ· ᾿Εποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία, καθ᾿ ἣν ἡ- μέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακί- ας δυσσεβημάτων. Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσε- σιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχούμενοι, τῶν ἐγ- καινίων τὴν ἡμέραν ἑορτάζομεν. Καὶ ταύτῃ εὐχαῖς καὶ λιτα- νείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι ψαλμοῖς ἐκ- βοῶμεν καὶ ᾄσμασιν. Καὶ ἐκκινεῖ ἡ ἱερὰ πομπὴ πρὸς τὴν βορείαν πύλην τοῦ να- οῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκό- να σου», εἰς χρόνον ἀνάλογον, ὥστε ὁ ἀρχιερεὺς νὰ φθάσῃ εἰς τὸν χῶρον τῆς ἑπομένης στάσεως*.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ. Ἱσταμένης τῆς πομπῆς, ἀναγινώσκει ὁ προϊστάμενος τὸ α΄ ἄρθρον τοῦ συμβόλου τῆς πίστεως «Πι- στεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρα- νοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων». Ὁ ἀρχιερεὺς ἐκφώνως· * Λόγῳ τοῦ μακροῦ τοῦ ἀπολυτικίου, δύναται νὰ ψαλῇ τοῦτο εἰς τρεῖς στάσεις οὕτως· ἀπὸ τοῦ σημείου τῆς ἐκκινήσεως μέχρι τῆς βορείας θύρας «Τὴν ἄχραντον εἰκόνα σου… Χριστὲ ὁ Θεός», ἀπὸ τῆς βορείας μέχρι τῆς δυτικῆς θύρας τοῦ ναοῦ «βουλήσει γὰρ ηὐδόκησας… ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ» καὶ τέλος ἀπὸ τῆς δυτικῆς θύρας μέχρι τῆς μεσημβρινῆς τοιαύτης «῞Οθεν εὐχαρίστως βοῶμέν σοι… εἰς τὸ σῶσαι τὸν κόσμον».

ΜΑΡΤΙΟΣ 2013

48

Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούν- των, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» (γ΄). Ὁ ἀρχιερεύς· Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστά- σεως τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπί- νῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» (γ΄). Ὁ ἀρχιερεύς· Τῶν πιστευόντων καὶ διακηρυκευομένων, ἤ τοι εὐαγγελι- ζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχη- μάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι᾿ εἰκόνων τῆς ἀληθείας βεβαί- ωσιν, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Καὶ ἐκκινεῖ πάλιν ἡ πομπὴ πρὸς τὴν δυτικὴν θύραν (ἤ τοι πρὸς τὰς βασιλικὰς πύλας) τοῦ ναοῦ, ἐνῷ ψάλλει τὸ ἀπολυ- τίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον). ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ. Τοῦ ἀρχιερέως φθάσαντος πρὸ τῶν βα- σιλικῶν πυλῶν, ἵσταται ἡ λιτανεία· ὁ δὲ προϊστάμενος ἀναγι- νώσκει τὰ χριστολογικὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως·

ΜΑΡΤΙΟΣ 2013

49

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε- τέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐναν- θρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλά- του καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέ- ρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως· Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκ- κλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰ- κουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐ- παρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θε- ὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγ- γραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θερά- ποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέ- μοντες.

ΜΑΡΤΙΟΣ 2013

50

Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέ- ρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκου- μένην ἐστήριξε. Καὶ ἐκκινεῖ ἡ ἱ. πομπὴ πρὸς τὴν μεσημβρινὴν (νοτίαν) θύ- ραν τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄ- χραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον). ΣΤΑΣΙΣ ΤΡΙΤΗ. Ὅταν ὁ ἀρχιερεὺς φθάσῃ εἰς τὸν ὡρισμένον τόπον, ἵσταται ἡ πομπή, καὶ ὁ προϊστάμενος ἀναγινώσκει τὰ λοιπὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως· Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμ- προσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκ- κλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσ- δοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν. Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως· Μιχαὴλ τοῦ ὀρθοδόξου βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» (γ΄). Ὁ ἀρχιερεύς· Βασιλείου, Κωνσταντίνου, Λέοντος, ᾿Αλεξάνδρου, Χρι- στοφόρου, Νικηφόρου, ᾿Ανδρονίκου, ᾿Ισαακίου, ᾿Αλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀν- ταλλαξαμένων, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» (γ΄).

ΜΑΡΤΙΟΣ 2013

51

᾿Ιγνατίου, Φωτίου, Στεφάνου, ᾿Αντωνίου, ᾿Ιωσὴφ καὶ πάν- των τῶν ἁγιωτάτων πατριαρχῶν τῶν ὑπὲρ τῆς πίστεως ἡμῶν ἀγωνισαμένων, αἰωνία ἡ μνήμη. ῾Ο χορὸς «Αἰωνία ἡ μνήμη» γ΄. Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρα- τύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξι- ωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ με- γάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτό- κου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων. ῾Ο χορὸς «᾿Αμὴν» καὶ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραν- τον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον) [ἢ τὸ ἀκροτελεύτιον αὐτοῦ «Χαρᾶς ἐπλήρωσας τὰ πάντα» κ.λπ.], ἐνῷ ἡ ἱ. πομπὴ ἐπιστρέφει εἰς τὸν σολέα.

ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ. Ὁ ἀρχιερεὺς ψάλλει ἀπὸ τῶν βημοθύ- ρων τὸν ψαλμικὸν στίχον «Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν· σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος». Τὸν αὐτὸν στίχον ἐ- παναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν, καὶ εἶτα τὸ «Σήμερον σωτηρία».


ΘΕΟΤΟΚΟΣ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ

ΕΝΑ ΙΣΤΟΛΟΓΙΟ ΑΦΙΕΡΩΜΕΝΟ
ΣΤΟ ΑΓΙΟ ΠΡΟΣΤΑΤΗ ΜΟΥ

Π. ΠΑΙΣΙΟΣ

Άγιος Παναγής Μπασιάς

ΕΞΟΜΟΛΟΓΗΣΗ - ΠΝΕΥΜΑΤΙΚΟΣ

TΡΙΩΔΙΟΝ

TΡΙΩΔΙΟΝ
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΑΚΟΥΣΤΕ ΖΩΝΤΑΝΑ

Recommended Post Slide Out For Blogger

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ

ΘΡΗΣΚΕΥΤΙΚΗ ΚΑΙ ΗΘΙΚΗ
ΕΓΚΥΚΛΟΠΑΙΔΕΙΑ

ΦΙΛΙΚΑ ΙΣΤΟΛΟΓΙΑ

Έκτρωση :

Έκτρωση :
ψυχοσωματικές επιπτώσεις (video)

ΑΓΓΕΛΟΙ

ΤΥΠΙΚΟΝ ΤΗ Μ. Χ. Ε

Οι Περιπέτειες ενός προσκυνητού

Οι Περιπέτειες ενός προσκυνητού
(Περιεχόμενα)

ΕΛΛΗΝΙΚΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ

Το banner μας

ΠΑΤΩΝΤΑΣ ΑΥΤO

ΤΟ ΠΛΗΚΤΡΟ

ΘΑ ΜΠΕΙ ΤΟ ΣΗΜΑ ΜΟΥ
ΣΤΟ BLOG ΣΑΣ

Eν κατακλείδι, παρακαλώ με ταπείνωση, Πατέρες και αδελφοί, να βοηθήσετε και εμένα τον αμαρτωλό και αδιάφορο για την σωτηρία μου, με την προσευχή σας…και έτσι να ξυπνήσω απο την αναισθησία μου και να καλώ το όνομα του Κυρίου μας για βοήθειά μου. Αμήν. (Ιερομ. Κλεόπας Ηλίε, Ρουμάνος)......

ΗΜΕΡΟΜΗΝΙΕΣ ΤΟΥ ΠΑΣΧΑ

ΤΥΠΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕ ΚΟΜΠΟΣΧΟΙΝΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ

ΠΡΟΣΕΥΧΗΤΑΡΙ
ΤΟΥ ΑΓ. ΝΕΚΤΑΡΙΟΥ